Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Sermones 64
Macarius of Egypt64 64 · pg-scrape-grcMore by Macarius of Egypt
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/macarius-of-egypt" aria-label="More works by Macarius of Egypt"> —
⋯
More
Original / primary: Pg Scrape Grc
64.1.1
Ἡ τῷ θεῷ ἑαυτὴν ὁλοτελῶς ἀφιερώσασα ψυχὴ καὶ τῆς οὐρανίου βασιλείας ἐπιθυμοῦσα κληρονόμος γενέσθαι, ἡ νοεροῖς ὄμμασι κατανοοῦσα τῶν αἰωνίων ἀγαθῶν τὸ ἄρρητον καὶ ἀνεννόητον κάλλος καὶ διαπύρῳ πόθῳ πρὸς αὐτὸν τετρωμένη οὐ τοσοῦτον τῆς παρὰ ἀνθρώπων ἐπιδέεται ὑπομνήσεως, ἐπειδὴ βεβαίᾳ πίστει καὶ ἀσφαλεῖ ἐλπίδι οὐ τὰ βλεπόμενα σκοπεῖ, ἀλλὰ τὰ μὴ βλεπόμενα, καὶ πρὸς ἐκεῖνα τῷ πνευματικῷ πόθῳ τετρωμένη καὶ τὴν μέριμναν ὅλην ἐν πολλῇ ἐπιθυμίᾳ πρὸς τὴν κτῆσιν τῆς ἐπουρανίου δωρεᾶς ἔχουσα λήθην
64.1.2
ποιεῖται πάσης σαρκικῆς καὶ ἐπιγείου φρονήσεως, ἑλκομένη ὁσημέραι ὑπὸ τῆς πνευματικῆς ἀγάπης πρὸς τὸν πόθον τοῦ ἐπουρανίου νυμφίου. διὸ χώραν οὐκ ἔχουσιν ἐν τῇ τοιαύτῃ τῆς ψυχῆς διαθέσει ἐνεργεῖν τὰ ἄλογα τῆς ἀτιμίας πάθη οὐδὲ τὸν θανατηφόρον τῆς κακίας σπόρον ὁ πονηρὸς ἐπισπεῖραι δύναται διὰ τὸ ὅλην τὴν προαίρεσιν νεύειν εἰς ἐπιθυμίαν τῆς πρὸς θεὸν εὐαρεστήσεως, μηδὲν προκρίνουσα ἕτερον τῶν δεσποτικῶν προσταγμάτων τὸ ἴδιον θέλημα ἑτοίμως ἀρνεῖται, ἵνα τὸ τοῦ κυρίου θέλημα ὑγιῶς καὶ ὁλοκλήρως
64.1.3
κατεργάσηται. διὸ εὐκόλως διὰ τὴν τοιαύτην πρὸς θεὸν διάθεσιν λύπην κόσμου ἀφ' ἑαυτῆς ἐξορίζει, τὴν πρὸς τὸν κύριον χαρὰν ἐννοουμένη ὀργὴν καὶ θυμὸν καὶ μῆνιν ὑποτάσσει τῇ πραότητι καὶ ἐπιεικείᾳ καὶ χρηστότητι ὑπερήφανον καὶ φίλαρχον τῆς κακίας φρόνημα καὶ τύφον μάταιον τῇ πολλῇ ταπει
64.1.4
νοφροσύνῃ καὶ τῇ πρὸς πάντας ὑποταγῇ καθαιρεῖ καὶ νεκροῖ. μιμεῖται γὰρ τὸν κύριον τὸν ὑπὸ ἀγγέλων προσκυνούμενον καὶ ὑπὸ δυνάμεων δοξολογούμενον, ἑαυτὸν εἰς τοσοῦτο ὑποδούλιον τῶν ἰδίων δούλων καταστήσαντα, ὡς ῥαπιζόμενον ὑπὸ δούλου μαστιγούμενον τε καὶ ὀνειδιζόμενον, ἔτι δὲ καὶ σταυρούμενον ὑπὸ ἀδίκων μὴ ἀνθίστασθαι, ἀλλ' ὑπομένειν πάντα τῆς ἡμετέρας ἕνεκα σωτηρίας, ὑπογραμμὸν ὁσιότητος καταλιπόντα τοῖς βουλομένοις ἀκολουθεῖν ὀπίσω αὐτοῦ, ἵνα οὕτω τὴν αἰωνίαν ζωὴν κληρονομῆσαι δυνηθῶσιν.
64.1.5
Ὅσαι δὲ φιλοπαθεῖς καὶ φιλήδονοι καὶ φιλόσαρκοι ψυχαὶ αἱ τοῖς ἰδίοις θελήμασιν ἐξακολουθοῦσαι καὶ ἰδίοις ὅροις εἴκουσαι, τῶν εὐαγγελικῶν ἐντολῶν μὴ ἐφαπτόμεναι, τὴν μόρφωσιν τῆς εὐσεβείας ὡσπερεὶ προσωπεῖον περικείμεναι καὶ οἰήματι μόνον ἑαυτὰς ἀπατῶσαι, εἶναί τι νομίζουσι μηδὲν οὖσαι, νενοθευμένην κατεργαζόμεναι δικαιοσύνην, αἱ σωματικὰς μὲν ἀσκήσεις καὶ ἐγκρατείας ἀφειδοῦς κάματον ὑπομένειν μέγιστον αἱροῦνται, ὅπερ οὐκ ἔστιν ἀρετῆς ἀπόδειξις, ἀνοίας δὲ καὶ ἀδιακρισίας αἰτία. τὰ κρυπτὰ τῆς κακίας πάθη μὴ ἐρευνήσασαι τὸν ἔνδοθεν τῆς ψυχῆς ἄνθρωπον ἀτημέλητον εἴασαν, εἰς τὴν
64.1.6
ἔξωθεν δικαιοσύνην μόνον ἐμπληροφορούμεναι. αἱ γὰρ τοιαύτην ἔχουσαι ἀγνοίας αἰτίᾳ διάθεσιν ψυχαὶ ὀργῆς ἀναίρεσιν οὐ ποιοῦνται, μᾶλλον δὲ οὐ κρατοῦσι. μηνίουσι καὶ οἰκτρᾶς ἕνεκεν προφάσεως ζήλου καὶ ἔριδος ἀκμάζουσαν ἔχουσι τὴν ἐνέργειαν, ὑπόκρισιν καὶ δόλον ἐναποκείμενα κέκτηνται ὑπερηφανίαν τε καὶ ἔπαρσιν καὶ κενοδοξίαν εἰς τοσοῦτο νοσοῦσιν ὡς καὶ πασχούσας καὶ δεινῶς ἐγκειμένας τῷ πάθει ἀγνοεῖν τὴν δυσίατον νόσον, καὶ ἡ χαρὰ τοῦ κυρίου
64.1.7
οὐκ ἔστιν ἐν αὐταῖς διὰ τὸν τῆς οἰήσεως ὄγκον. ἡ γὰρ τοῦ ἔνδον ἀνθρώπου ἐπιμέλειά ἐστιν ἡ τῶν προειρημένων παθῶν ἀναίρεσις καὶ ἡ τῶν ἀρετῶν διὰ τῆς τοῦ Χριστοῦ χάριτος ἐντελὴς ἐνέργεια ἐν πραΰτητι, ἐν ἐπιεικείᾳ, ἐν ταπεινοφροσύνῃ πολλῇ, ἐν τῷ πᾶσιν ἑαυτὸν ὑποτάσσειν καὶ «μηδενὶ κακὸν ἀντὶ κακοῦ» ἀποδιδόναι, ἀλλ' εὔχεσθαι ἔσχατον εἶναι καὶ ταπεινότερον πάντων·
64.1.8
«ὁ γὰρ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται». ὥσπερ γὰρ τὴν σωματικὴν ἄσκησιν καὶ ἐργασίαν ἐπιδεικνυμένη ἡ ψυχὴ πόνῳ καὶ ἀγῶνι κατορθοῖ, οὕτω καὶ τῆς πνευματικῆς ἐργασίας, λέγω δὴ τῆς κατὰ τὸν ἔσω ἄνθρωπον καθαρότητος πάσῃ σπουδῇ ἐπιμελήσασθαι ὀφείλει, ἵνα καὶ ἔσωθεν καὶ ἔξωθεν κατὰ τὸ τοῦ κυρίου παράγγελμα τὸ ποτήριον ᾖ καθαρόν, ὅπως μὴ τῇ τῶν Φαρισαίων νενοθευμένῃ δικαιοσύνῃ ὅμοιοι γενώμεθα τὸ ἔξωθεν μόνον πλύνοντες, τὸ δὲ ἔσωθεν πλῆρες ῥύπου ἔχοντες. καὶ ταῦτα μὲν πρὸς ἐκείνους ὅσοι ἀγνοίας αἰτίᾳ τὸν λογισμὸν τυφλώττουσι καὶ δοκοῦσι μὲν ζῆλον θεοῦ ἔχειν, ἀλλ' οὐ κατ' ἐπίγνωσιν αὐτὸν ἔχουσιν.
64.1.9
Ὑμεῖς δὲ Χριστοῦ χάριτι τὸν εὐαγγελικὸν καὶ ἀκριβῆ τῆς ἀληθείας λόγον ἐπακούοντες καὶ σύνεσιν Χριστοῦ κεκτημένοι, οἱ τῆς χάριτος τὴν γεῦσιν αὐτῇ πείρᾳ πληροφορίας ἐν καρδίᾳ λαβόντες, οὐκέτι μικραῖς ἀρεταῖς ἐναπομένειν, οὐδ' ἐπὶ τῇ γεγονυίᾳ ὑμῖν βραχείᾳ παρακλήσει θεοῦ ἵστασθαι ὀφείλετε, ἀλλὰ πόθῳ πόθον καὶ τόνῳ τόνον καὶ σπουδῇ σπουδὴν καὶ προθυμίᾳ προθυμίαν καὶ νηστείᾳ νηστείαν καὶ εὐχῇ εὐχὴν καὶ ἀγρυπνίᾳ ἀγρυπνίαν καὶ ἁπαξαπλῶς ἀρεταῖς ἀρετὰς ἐπισυνάπτειν ὀφείλετε, ἵνα ἡμέραν ἐξ ἡμέρας προκοπῆς αἴσθησιν λαβόντες ἐν πληροφορίᾳ «εἰς τέλειον ἄνδρα, εἰς μέτρον τῆς πνευματικῆς ἡλικίας» φθάσωμεν, εἰς καθαρότητα καρδίας καταντήσωμεν, εἰς ἁγιασμὸν τέλειον ψυχῆς καὶ σώματος ἐν πληρώματι χάριτος ἐλθεῖν καταξιωθῶμεν, καὶ οὕτως
64.1.10
ἀληθῶς Χριστοῦ ἄξιοι γενόμενοι τὴν αἰώνιον ζωὴν κληρονομήσωμεν. δειξάτω οὖν ἕκαστος ὑμῶν τὴν ἐν Χριστῷ προκοπὴν διὰ πολλῆς ταπεινοφροσύνης καὶ πραότητος καὶ ἐπιεικείας πάντων δοῦλοι καὶ καταπάτημα γενώμεθα, ἵνα ὑψωθῶμεν παρὰ Χριστοῦ. ὀνειδιζόμενοι, καὶ ἐξουθενούμενοι μυκτηριζόμενοι τὲ καὶ λοιδορούμενοι μετὰ χαρᾶς ὑπομείνωμεν, ἵνα τέλειον τὸν ἐπουράνιον μισθὸν κομισώμεθα καὶ ὁλόκληρον «τὸν ἀμαράντινον στέφανον τῆς δόξης» ἀποληψόμεθα, μὴ διὰ μικρᾶς αἰτίας θυμούμενοι καὶ ζηλοῦντες καὶ μηνίοντες καὶ
64.1.11
ὑπερηφάνῳ φρονήματι ἐπαιρόμενοι ἐκπέσωμεν τῆς προκειμένης ζωῆς. ἀπολέσθω γὰρ ὅλος ὁ κόσμος καὶ τὰ τοῦ κόσμου, καὶ μόνον ἀτάραχοι διαμείνωμεν εἰς εὐαρέστησιν θεοῦ ὁλοτελῶς ἀπασχολούμενοι καὶ τὰς ἐντολὰς αὐτοῦ ποιεῖν ἐπιθυμοῦντες, ὅπως εἰς τέλος τὸ θέλημα τοῦ κυρίου τελείως κατεργασάμενοι
64.1.12
τελείως καὶ τῆς αἰωνίου ζωῆς τυχεῖν δυνηθῶμεν ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, μεθ' οὗ τῷ πατρὶ δόξα, τιμή, κράτος σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Intertext edge

Open linked passage

Note