Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Sermones 64
Macarius of Egypt64 6 · pg-scrape-grcMore by Macarius of Egypt
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/macarius-of-egypt" aria-label="More works by Macarius of Egypt"> —
⋯
More
Original / primary: Pg Scrape Grc
6.1.1
Περὶ τῶν ῥυπαρῶν λογισμῶν πῶς ἐνεργοῦσιν εἰς τὴν καρδίαν. Ὅταν κλίνῃς γόνυ εἰς προσευχὴν καὶ θέλῃς πέμψαι τὸν νοῦν σου πρὸς τὸν θεόν, εὑρίσκῃ εἰς τὴν πατρίδα σου καὶ ἀντιπαλαίεις τῷ λογισμῷ καὶ ἐπανάγεις αὐτὸν ἐκεῖθεν. καὶ πάλιν θέλεις κατευθῦναι τὸν λογισμόν σου πρὸς τὸν θεόν, ἄλλος λογισμὸς εἵλκυσέ σε εἰς τὴν ἀγοράν. πάλιν βιάζῃ ἐπανάγειν τὸν νοῦν σου, ἰδοὺ ἄλλος λογισμὸς εἵλκυσέ σε εἰς πορνείαν. πάλιν ἐπανάγεις τὸν λογισμόν σου ἐκεῖθεν, εἵλκυσέ σε ἄλλος λογισμὸς εἰς φιλαργυρίαν. πάλιν ἄλλος λογισμὸς ὀργῆς ἐπλήρωσέ σου τὴν καρδίαν· ζητεῖς εἰρήνην, καὶ τέως ἔσωθεν θυμοῦ γέμεις. πάλιν ὅταν ἑλκύσῃς τὸν λογισμόν σου ἐκεῖθεν, κατασύρεται ὑπὸ τῶν πονηρῶν δαιμόνων, βαρύνων σε εἰς ὕπνον. ὅμως δὲ σὺ μὴ ἐνδῷς, ἀλλὰ πολέμησον πρὸς τὴν κακίαν καὶ ζήτησον τὸν θεόν, ἵνα αὐτὸς ἐλθὼν ποιήσῃ τὴν νίκην. σὺ γὰρ τῇ ἰδίᾳ δυνάμει οὐ δύνασαι ἑαυτὸν καθαρίσαι. εἰς ἓν γὰρ μέρος ὁ σατανᾶς ἰσχυρότερός σού ἐστιν, εἰς τὸ ὑποβάλλειν τοὺς διαλογισμούς. Τὸν θεὸν οὖν ὀφείλομεν ζητεῖν διὰ τοῦ προσκαρτερεῖν τῇ εὐχῇ. αὐτὸς γὰρ μόνος δύναται εἰρηνεῦσαι τὸν νοῦν τοῦ ἀνθρώπου. Καὶ οἱ ἀδελφοὶ εἰ θλίβονται ὑπό τινων, οὐκ ὀφείλουσι ξενίζεσθαι. καὶ γὰρ εἰς τὸ παλαιὸν εἶχον Μωϋσῆς καὶ Ἀαρὼν τὴν ἱερωσύνην, ὁμοίως καὶ Καϊάφας τὴν ἐκείνων καθέδραν ἔχων αὐτὸς ἐδίωξε καὶ κατέκρινε τὸν κύριον. ὅμως δὲ τὴν ἱερωσύνην ἐτίμησεν ὁ κύριος, καὶ ἦν ἱερεύς. ὁμοίως καὶ οἱ προφῆται ὑπ' αὐτοῦ τοῦ (τῶν ἱερέων) γένους ἐδιώχθησαν. λοιπὸν Πέτρος Μωϋσέα διεδέξατο, τὴν καινὴν ἐκκλησίαν τοῦ Χριστοῦ τὴν ἀληθινὴν ἱερωσύνην.
6.2.2
νῦν γάρ ἐστι βάπτισμα διὰ πυρὸς καὶ πνεύματος καὶ περιτομὴ ἐν καρδίᾳ γινομένη. τὸ θεῖον γὰρ καὶ ἐπουράνιον πνεῦμα ἐπιδημεῖ ἐν τῷ νῷ. πλὴν οὔτε οὗτοι, ἕως εἰσὶν ἐν σαρκί, ἀμέριμνοί εἰσι· διὰ τὸ αὐτεξούσιον γὰρ ἐν φόβῳ εἰσί. μόνον γὰρ ἐὰν φθάσῃ ἡ ψυχὴ ἀπελθεῖν εἰς ἐκείνην τὴν πόλιν τῶν ἁγίων, τότε δύναται ἄνευ θλίψεων καὶ πειρατηρίων εἶναι. ἐκεῖ οὐκέτι ἐστὶ μέριμνα ἢ θλῖψις ἢ πόνος ἢ γῆρας ἢ σατανᾶς ἢ πόλεμος, ἀλλὰ ἀνάπαυσις, χαρά, εἰρήνη. σωτηρία δὲ ἐπικαλεῖται ὁ κύριος διὰ τὸ σώζειν τοὺς αἰχμαλώτους. ἰατρὸς ἐπικαλεῖται ἐπειδὴ οὐράνιον καὶ θεϊκὸν φάρμακον δίδωσιν καὶ ἰᾶται τὰ πάθη τῆς ψυχῆς, ἐπειδὴ νῦν ἔν τινι μέρει κυριεύσουσιν αὐτοῦ τοῦ ἀνθρώπου. Ὡς ἂν εἴπωμεν· ἔστι βασιλεὺς καὶ θεὸς ὁ Ἰησοῦς, καὶ τύραννος καὶ ἄρχων
6.2.3
κακὸς ὁ σατανᾶς. ὁ θεὸς γὰρ καὶ οἱ ἄγγελοι αὐτοῦ τοῦτον βούλονται τὸν ἄνθρωπον οἰκειώσασθαι εἰς τὴν αὐτῶν βασιλείαν, ὁμοίως καὶ ὁ διάβολος καὶ αἱ δυνάμεις αὐτοῦ θέλουσιν οἰκειώσασθαι τοῦτον τὸν ἄνθρωπον..... καὶ μέση ἐστὶν ἡ ψυχὴ τῶν δύο ὑποστάσεων. λοιπὸν εἰς οἷον ἂν μέρος ῥέψῃ τὸ θέλημα τῆς ψυχῆς, ἐκείνου γίνεται κτῆμα καὶ υἱός.
6.2.4
Ὡς ἵνα ἀποστείλῃ πατὴρ υἱὸν εἰς πατρίδα ξένην, ὅπου ἀπαντῶσιν αὐτῷ κατὰ τὴν ὁδὸν θηρία. δίδωσιν οὖν φάρμακα καὶ ἀντίδοτα, ἵνα ἐὰν αὐτῷ ἐπέλθωσι θηρία ἢ δράκοντες, ἐπιδῷ τὸ φάρμακον καὶ ἀποκτείνῃ τὰ θηρίαοὕτω καὶ ἡμεῖς σπουδάσωμεν λαβεῖν οὐράνιον φάρμακον ἰατικόν, τὸ ἀντίδοτον τῆς ζωῆς, ἵνα δι' αὐτοῦ ἀποκτείνωμεν τὰ ἰοβόλα θηρία τῶν ἀκαθάρτων πνευμάτων. οὐκ ἔστι γὰρ εὔκολον πρᾶγμα καθαρὰν καρδίαν κτήσασθαι, εἰ μὴ μετὰ ἀγῶνος πολλοῦ καὶ καμάτου καθαρὰν συνείδησιν καὶ καρδίαν κτᾶται ὁ ἄνθρωπος, ἵνα ὁλοτελῶς ἐκριζωθῇ τὸ κακόν.
6.2.5
Καὶ γὰρ συμβαίνει χάριν εἶναι εἴς τινα, καὶ ἡ καρδία οὐ κεκαθάρισται, καὶ διὰ τοῦτο ἔπεσον οἱ πεσόντες, ὅτι οὐκ ἐπίστευσαν μετὰ τὴν χάριν συνεῖναι τὸν καπνὸν καὶ τὴν ἁμαρτίαν. πάντες δὲ οἱ δίκαιοι διὰ τῆς στενῆς ὁδοῦ καὶ τεθλιμμένης εὐηρέστησαν τῷ κυρίῳ. ὁ Ἀβραάμ, πλούσιος κατὰ θεὸν καὶ κατὰ κόσμον, οὗτος ἑαυτὸν γῆν καὶ σποδὸν ὠνόμασε. καὶ ὁ Δαβὶδ «ὄνειδος ἀνθρώπου καὶ ἐξουθένημα λαοῦ, σκώληξ εἰμί, φησί, καὶ οὐκ ἄνθρωπος». ὁμοίως πάντες οἱ προφῆται καὶ οἱ ἀπόστολοι κακουχούμενοι ἦσαν, διωκόμενοι, ὀνειδιζόμενοι.
6.2.6
Ὁ κύριός ἐστιν ἡ ὁδός· ἦλθεν οὐ δι' ἑαυτόν, ἀλλὰ διὰ σέ, ἵνα σοι τύπος γένηται. βασιλεὺς υἱὸς βασιλέως, θεὸς υἱὸς θεοῦ, βλέπε, εἰς ὁποίαν ἦλθε ταπείνωσιν, «μορφὴν δούλου λαβών». θεὸς ἦν, καὶ αὐτὸς ἐδίδου φάρμακα ἰαματικὰ καὶ ἐθεράπευε τοὺς τετραυματισμένους καὶ ἔξωθεν ὡς εἷς τῶν πεπληγμένων ἐφαίνετο. ἀλλὰ μὴ καταφρονήσῃς τοῦ θεϊκοῦ ἀξιώματος, βλέπων αὐτὸν οὕτως ἔξωθεν τεταπεινωμένον, ὅμοιον ἡμῶν. δι' ἡμᾶς οὕτως ἐφάνη, οὐ δι' ἑαυτόν. νόησον ἐν ᾗ ὥρᾳ ἔκραζον· «σταύρωσον, σταύρωσον αὐτόν», καὶ ὁ ὄχλος συνήρχετο, πῶς ἦν τεταπεινωμένος καὶ ἐξουδενωμένος παρὰ πάντας.
6.2.7
Καὶ ὥσπερ ἐν τοῖς φαινομένοις τούτοις, ἐὰν ᾖ κακοποιός τις καὶ λάβῃ ἀπόφασιν παρὰ τοῦ ἄρχοντος, λοιπὸν ὑπὸ τοῦ ὅλου δήμου βδελυκτός ἐστι καὶ ἐξουδενωμένος, οὕτω καὶ ὁ κύριος ἐν τῇ ὥρᾳ τοῦ σταυροῦ ὡς ἄνθρωπος μέλλων ἀποθνῄσκειν κατηυτελισμένος ἦν ὑπὸ τῶν Φαρισαίων. τότε πάλιν ἐνέπτυσαν εἰς τὸ πρόσωπον αὐτοῦ, ἐπέθηκαν ἀκάνθινον στέφανον, ἐρράπιζον αὐτόν. γέγραπται γὰρ ὅτι «τὸν νῶτόν μου δέδωκα εἰς μάστιγας, τὸ δὲ πρόσωπόν μου οὐκ ἀπέστρεψα ἀπὸ ἐμπτύσματος, καὶ τὰς σιαγόνας μου εἰς ῥαπίσματα». εἰ δὲ ὁ θεὸς εἰς τοσαύτας ὕβρεις καὶ πάθη καὶ ταπείνωσιν κατῆλθε, σὺ ὁ ἐκ φύσεως βόρβορος, ὁ ἐκ φύσεως θνητός, ὅσα ἐὰν ταπεινωθῆς, οὐδὲν ὅμοιον τοῦ δεσπότου σου ἐποίησας. ὁ θεὸς ἑαυτὸν διὰ σὲ ἐταπείνωσε, καὶ σὺ διὰ σεαυτὸν οὐ ταπεινοῦσαι, ἀλλ' ἐπαίρῃ καὶ τυφοῦσαι; ἦλθε γὰρ τὰ βάρη καὶ τὰς θλίψεις λαβεῖν καὶ τὴν αὐτοῦ ἀνάπαυσιν σοὶ δοῦναι· καὶ σὺ οὐ θέλεις πόνους βαστάσαι καὶ πάθη, ἵνα δυνηθῇ τὸ τραῦμα σου ἰάσεως τυχεῖν;
6.3.1
Ὀλίγοι γάρ εἰσιν οἱ βουλόμενοι ἀνασταθμίσαι μαργαρίτας καὶ δοκιμάσαι λίθους τιμίους. πολλοῖς γὰρ σύνεστι μαργαρίτης καὶ ἐπειδὴ οὐκ ἔχουσι τὸ διακριτικόν, οὐκ οἴδασι ποῖον θησαυρὸν κέκτηνται· οἱ δὲ διάκρισιν ἔχοντες ἢ σύνεσιν, οἴδασι καὶ τὰ νομίσματα δοκιμάσαι τὰ παραχαράξιμα.
6.3.2
Εἰσὶ δὲ ἄλλοι οἷς σύνεστι χάρις λεληθότως καὶ νεύει εἰς αὐτοὺς τὸ ἀγαθόν, καὶ ποιοῦσι καλὰ καὶ οὐκ οἴδασι πόθεν κινοῦνται, ἐπειδὴ ἀσυμφώνως καὶ ἀνυφοράτως αὐτὸ ἔχουσιν. οἱ δὲ φρόνιμοι οὐ μόνον ἐν τῇ εὐχῇ ὀφείλουσι λέγειν ὅτι εὐχόμεθα, καὶ ὅτε ἀνίστανται ἀργοῦσι, ἀλλὰ πάντοτε ὀφείλουσιν ἔχειν τὴν μέριμναν καὶ πάντοτε εὔχεσθαι, ἐπειδὴ τὸ συνὸν κακὸν καὶ ὁ καπνὸς καὶ ἡ σύντροφος ἁμαρτία πάντοτε ὡς πηγῆς ὀφθαλμὸς βρύει καὶ οὐδέποτε ἀργοῦσιν οἱ διαλογισμοὶ κατὰ τῆς ψυχῆς· οὐ μόνον γὰρ ὅτε εὔχῃ, οἱ διαλογισμοί εἰσιν, ἀλλ' ὅτε χρείας τινὰς ποιεῖς καὶ ὅτε κοιμᾶσαι, πάντοτε βρύουσιν. οὕτω καὶ σὺ
6.3.3
ἔχεις τὸ θέλημα τοῦ πάντοτε ἀντιλέγειν. βλέπεις κατὰ κόσμον πλούσιον, εὐθέως ὑποβάλλει σοι, ὅτι ἔνδοξός ἐστιν, εὐθέως καὶ σὺ ἄντειπε· ταῦτα φθαρτά ἐστιν, περὶ ἐκείνου μοι μέλει τοῦ πλούτου τοῦ μὴ παρερχομένου. δεικνύει γυναῖκα ὡραῖαν, ὑποβάλλει σοι ἐπιθυμίαν, εὐθέως εἰπέ· ἀκαθαρσία ἐστίν, ἴδε τὰ μνημεῖα γέμει ὀστέων νεκρῶν. βλέπεις πράγματα ἔνδοξα ἐν βίῳ, οἰκοδομάς, πόλεις, σὺ πάντοτε τὴν ψυχήν σου πνευματικῶς οἰκοδόμησον καὶ πάντοτε ἄντειπε τῇ συνούσῃ ἁμαρτίᾳ, ἐπειδὴ ἔχεις θέλημα, καὶ πάντοτε εὔχου πρὸς τὸν θεόν. ὅτε γὰρ εὔχῃ, τί λέγεις; δέομαί σου, δέομαί σου, κύριε. τὸ αὐτὸ εἰπὲ καὶ ἐν τῷ περιπατεῖν καὶ ἐν τῷ ἐσθίειν καὶ πίνειν καὶ μηδέποτε ἀργήσῃς· καὶ γὰρ καὶ τὸ ἀγαθὸν ἐὰν φθάσῃ ἐλθεῖν εἰς τὸν ἄνθρωπον, οὐδέποτε ἀργεῖ ἡ εὐχή, ἀλλὰ πάντοτε αὐτὸ τὸ πνεῦμα εὔχεται ἐν αὐτῷ. τοῦτο δὲ τὸ μέτρον μεγάλων καὶ τελείων ἐστίν, καὶ ὅτε περιπατοῦσιν ἢ συντυγχάνουσιν, καὶ τότε εὔχονται
6.3.4
τῷ κυρίῳ. εἴ τις οὖν λέγει· ὅτι ὅτε μὲν κλίνω τὰ γόνατα, εὔχομαι καὶ δύναμαι ἀντειπεῖν τῇ ἁμαρτίᾳ, ὅτε δὲ ἐργάζομαι ἢ ἄλλο τι ποιῶ, οὐ δύναμαι ἀντειπεῖν, οὗτος ἰδιώτης ἐστὶ καὶ οὐκ ἔχει διάκρισιν· ἡ γὰρ ἁμαρτία πάντοτε πολεμεῖ καὶ ὁ νοῦς ἔχει τοῦ ἀντιπράττειν καὶ ἀνταγωνίζεσθαι πάντοτε πρὸς τὴν συνοῦσαν κακίαν, εἴτε περιπατεῖ, εἴτε ὁδεύει, εἴτε ἕτερόν τι ποιεῖ. ὅπου δέδεται ὁ νοῦς αὐτοῦ ἐκεῖνο αὐτοῦ ἐστι θεός· εἰ δέδεσαι τῇ ἐπιθυμίᾳ ἢ τῇ γαστριμαργίᾳ ἢ τῇ φιλαργυρίᾳ, ὁ δήσας σε θεός σου ἐστίν» ᾧ γάρ τις ἥττηται, τούτῳ καὶ δεδούλωται», εἰ δὲ ἀποταξάμενος τῷ κόσμῳ διὰ παραθύρου πάλιν εἰσέρχῃ εἰς αὐτόν, καὶ ἀρνησάμενος σαρκικὴν κοινωνίαν οὐ σπουδάζεις κοινωνῆσαι τῷ ἐπουρανίῳ νυμφίῳ καὶ τῷ πνεύματι τῷ ἁγίῳ, τί ὠφέλησας ἐξελθὼν ἐκ τοῦ κόσμου; εἰ δὲ καταλιπὼν οὐσίας καὶ κτήσεις καὶ πράγματα, ἀντὶ τοῦ φαινομένου πλούτου οὐ λαμβάνεις ἄλλον πλοῦτον καὶ ἀντὶ τρυφῆς τρυφὴν ἐπουράνιον καὶ ἀντὶ τέκνου σὺ μὴ γίνῃ τέκνον θεοῦ, τί ὠφέλησας ἀποταξάμενος; ἐγένου ἅλας μωρὸν σὺ οὔτε τὰ τοῦ κόσμου ἔχεις καταλιπὼν αὐτά, οὔτε τὰ ἐπουράνια καὶ πνευματικὰ ἐκτήσω· λοιπὸν οὐδαμοῦ προχωρεῖς.
6.3.5
Ὃν τρόπον δὲ ἡ κόρη τοῦ ὀφθαλμοῦ μικρὰ οὖσα πολλὰ δύναται βλέπειν, οὐρανόν, γῆν, ἥλιον, ὅταν δὲ μικρόν τι κάλυμμα εἰς τὴν κόρην παρεμπέσῃ καὶ ἐπισκιάσῃ, τυφλοῦται ὁ ὀφθαλμὸς καὶ ἐν σκοτίᾳ ἐστίν, οὕτως ἐὰν μικρὸς καπνὸς ἢ ὁμιχλώδης δύναμις ἐπισκοτίσῃ τὸν νοῦν, τετύφλωται καὶ οὐδὲν ὁρᾷ,
6.3.6
ἐὰν δὲ πάλιν διαυγάσῃ, βλέπει πράγματα πνευματικὰ καὶ ἐπουράνια. ὃν τρόπον γὰρ ἡ γῆ ἐργασθεῖσα φαίνεται καρποφόρος, οὕτω καὶ ἡ γῆ τῆς
6.3.7
καρδίας ἐργαζομένη ὑπὸ τοῦ πνεύματος τοῦ ἁγίου οὐκέτι χερσεύει. ὥσπερ δὲ ἐὰν ᾖ πόλις ἐν ὑψηλῷ τόπῳ ἢ ἐν ὄρει κειμένη καὶ ἔχῃ ἐκεῖ ἀνάπαυσιν καὶ εἰρήνην πολλήν, πλοῦτον καὶ θησαυρούς, καὶ ὦσιν ἐκεῖ ἄνδρες εὐγενεῖς καὶ συγκλητικοί, λοιπὸν δὲ ἡ ὁδός, δι' ἧς διέρχεταί τις ἐπὶ τὴν πόλιν, ἐστὶ στενή, περίμετρον βήματος ἔχουσα, ἑνὸς ἴχνους ἀνθρώπου, καὶ ᾖ ἐκ δεξιῶν χάος μέγα πυρὸς καὶ ἐξ ἀριστερῶν βάθος θαλάσσης, λοιπὸν ἐὰν ὀλίγον ἐκτραπῇ ὁ ποὺς τῆς στενῆς ἀτραποῦ ὁδοῦ καταποντίζεται ἢ εἰς τὸ πῦρ ἢ εἰς τὸ ὕδωρ, εἰ δέ τις ἀσφαλῶς διοδεύων παρέλθῃ τὴν τραχείαν καὶ φθάσῃ εἰς τὴν πόλιν, ἐν ἀναπαύσει
6.3.8
ἐστὶ καὶ πλούτῳ μεγάλῳ καὶ ἀμεριμνίᾳ πολλῇ. οὕτω καὶ εἰς τὸ πνευματικόν. τραχεῖά ἐστιν ἡ ὁδὸς εἰς ἣν διοδεύουσιν οἱ Χριστιανοί· κύκλῳ γὰρ αὐτῶν ἐστι χάος πυρὸς τῶν ἀκαθάρτων πνευμάτων. ἐὰν δὲ δυνηθῶσιν ἐκείνων περιγενέσθαι καὶ παρελθεῖν τοὺς φραγμούς, τοὺς τριγχοὺς τῆς κακίας, εἰσέρχονται εἰς τὴν ἐπουράνιον πόλιν, εἰρηνευομένην, μέστην ἀγαθῶν πολλῶν καὶ εἰρήνης βαθείας, ὅπου τὰ πνεύματα τῶν δικαίων ἀναπέπαυται.
6.4.1
Ἐρώτησις. Εἰ μετὰ τὸ τὴν ἐπίσκεψιν τῆς χάριτος γενέσθαι πίπτουσί τινες, οὐχὶ ὁ σατανᾶς πολὺ ἰσχυρότερος ἀποδέδεικται; ὅπου γὰρ ἡμέρα, πῶς δύναται καὶ νὺξ εἶναι; Ἀπόκρισις. Οὐχ ὅτι ἡ χάρις σβέννυται ἢ ἀσθενεῖ, ἀλλ' ὧδε παραχωρεῖ ἡ χάρις τῇ κακίᾳ, ἵνα τὸ αὐτεξούσιόν σου καὶ ἡ ἐλευθερία δοκιμασθῇ, ποῦ ῥέπεις. λοιπὸν τῷ σῷ θελήματι δίδως δύναμιν τῇ κακίᾳ, καὶ τῷ θελήματί σου προσεγγίζων τῷ κυρίῳ προτρέπεις πάλιν ἐπισκέψασθαι σε τὴν χάριν. ἐπεὶ ἄρα πῶς γέγραπται· «τὸ πνεῦμα μὴ σβέννυτε». μὴ ἆρα τὸ πνεῦμα σβέννυται; ἐκεῖνο ἄσβεστόν ἐστι καὶ φωτεινόν. ἀλλὰ σὺ τῷ σῷ θελήματι ἀμελῶν καὶ μὴ συμφωνῶν κατασβέννυσαι ἐκ τοῦ πνεύματος. ὁμοίως ἡ γραφὴ λέγει· «μὴ λυπεῖτε τὸ πνεῦμα τὸ ἅγιον, ἐν ᾧ ἐσφραγίσθητε». ὁρᾷς ὅτι ἐν τῷ θελήματί σου κεῖται καὶ ἐν τῇ αὐτεξουσιότητί σου τὸ τιμῆσαι τὸ πνεῦμα τὸ ἅγιον καὶ μὴ λυπῆσαι. ἐγὼ δέ σοι λέγω ὅτι καὶ τοῖς τελείοις Χριστιανοῖς τοῖς ᾐχμαλωτισμένοις καὶ μεμεθυσμένοις εἰς τὸ ἀγαθὸν σύνεστι τὸ θέλημα, ὅθεν καὶ εἰς αὐτοὺς πολλάκις μικρά τινα ἐλαττώματα εὑρίσκεται. ὁμοίως δὲ καὶ εἰς τὸν μεμεθυσμένον εἰς τὴν κακίαν σύνεστι τὸ αὐτεξούσιον, ὅθεν πολλοὶ ἐν μυρίοις κακοῖς ἐξετασθέντες τρέπονται εἰς τὸ ἀγαθόν.
6.4.2
Ὥσπερ ἐὰν ὦσί τινες ἀξιωματικοὶ καὶ πλούσιοι καὶ εὐγενεῖς, καὶ οὗτοι ἰδίῳ θελήματι καὶ προαιρέσει καταλίπωσι τὸν πλοῦτον καὶ τὰ ἀξιώματα καὶ τὴν εὐγένειαν καὶ παρελθόντες ἐνδύσωνται ῥυπαρὰ καὶ πενιχρὰ ἐνδύματα καὶ ἀτιμίαν ἀντὶ δόξης καὶ ὦσι ταλαιπωροῦντες καὶ ἐξουδενωμένοι· τοῦτο κατα
6.4.3
λέλειπται τῷ ἰδίῳ θελήματι. ἐγὼ δέ σοι λέγω ὅτι καὶ τοῖς ἀποστόλοις τοῖς τετελειωμένοις ἐν τῇ χάριτι συνῆν τὸ θέλημα τοσοῦτον, ὅτι εἰ ἤθελον αὐτοὶ ἐκεῖνοι μὴ τὸ ἀρέσκον τῇ χάριτι διαπράξασθαι, οὐκ ἐκώλυεν ἡ χάρις πρᾶξαι ὃ ἠβούλοντο. καὶ γὰρ ἡ φύσις ἡμῶν δεκτική ἐστι καλοῦ τε καὶ κακοῦ, προτρεπτικὴ δὲ ἡ ἐναντία δύναμις, οὐκ ἀναγκαστική. λοιπὸν σὺ ἔχεις τὸ αὐτεξούσιον, ῥέψαι ὅπου βούλει. οὐχ ὁρᾷς ὅτι Πέτρος «κατεγνωσμένος ἦν», ὁ τοιοῦτος, καὶ ἀπελθὼν Παῦλος ἤλεγξεν αὐτόν, καὶ ὁ τοιοῦτος ἀκμὴν κατεγνωσμένος ἦν; καὶ ὁ Παῦλος πνευματικῶς ἐκ τοῦ ἰδίου θελήματος διαλογὴν ἐποιήσατο μετὰ Βαρναβᾶ, καὶ ἀνεχώρησαν ἀπ' ἀλλήλων. καὶ πάλιν ὁ αὐτὸς λέγει· «ὑμεῖς οἱ πνευματικοὶ καταρτίζετε τὸν τοιοῦτον, σκοπῶν σεαυτόν, μὴ καὶ σὺ πειρασθῇς». οὐχὶ καὶ οἱ πνευματικοὶ πειράζονται διὰ τὸ παραμένειν τῷ θελήματι ἔτι, καὶ οἱ ἐχθροὶ ἐπίκεινται, ἕως οὗ ἐστιν ὁ ἄνθρωπος ἐν τῷ αἰῶνι τούτῳ, καὶ τὸ ὅλον οὐ δύναται ἀμεριμνεῖν.
6.5.1
Ἐρώτησις. Εἰ ἠδύναντο ἁμαρτάνειν καὶ οἱ ἀπόστολοι, εἰ ἤθελον, οὐκ ἦν ἰσχυροτέρα καὶ αὐτοῦ τοῦ θελήματος ἡ χάρις; Ἀπόκρισις. Ἁμαρτάνειν μὲν οὐκ ἠδύναντο οὔτε γὰρ ᾑροῦντο, ἐν φωτὶ ὄντες καὶ ἐν χάριτι τοιαύτῃ. πλὴν οὐ λέγομεν τὴν χάριν ἐν αὐτοῖς ὅτι ἠσθένει, ἀλλὰ λέγομεν ὅτι παραχωρεῖ ἡ χάρις καὶ τοῖς τελείως πνευματικοῖς ἔχειν τὸ θέλημα καὶ ἐξουσίαν, ποιεῖν ὃ θέλουσι καὶ τρέπεσθαι ὅπου βούλονται. αὐτὴ δὲ ἡ φύσις ἡ ἀνθρωπίνη ἀσθενεῖ καὶ ἐξουσίαν ἔχει καίτοι συνόντος τοῦ
6.5.2
ἀγαθοῦ τρέπεσθαι. ὥσπερ ἵνα ὦσί τινες ἐνδεδυμένοι πανοπλίαν, θώρακα καὶ ὅπλα, λοιπὸν ἔσωθέν εἰσι ἠσφαλισμένοιμὴ γὰρ ἐπειδή εἰσιν ἠσφαλισμένοι, οἱ ἐχθροὶ οὐκέτι ἐπέρχονται αὐτοῖς; τὸ μὲν ἐπελθεῖν ἐπέρχονται λοιπὸν δὲ ἐν τῷ θελήματι αὐτῶν ἐστι χρήσασθαι τοῖς ὅπλοις καὶ ἀνταγωνίσασθαι κατὰ τῶν ἐχθρῶν καὶ ἀντιπαλαῖσαι καὶ τὰ νικητήρια ἀπενέγκασθαι, ἢ δύναται πάλιν τὸ θέλημα καίτοι ἐνδεδυμένων τὰ ὅπλα, συνηδυνθῆναι καὶ εἰρηνεῦσαι μετὰ τοῦ ἐχθροῦ καὶ μὴ πολεμῆσαι ἔχοντας τὰ ὅπλα, οὕτω καὶ οἱ Χριστιανοὶ ἐνδεδυμένοι τὴν θείαν δύναμιν καὶ ἔχοντες ὅπλα τὰ ἐπουράνια, εἰ θέλουσι συνηδύνονται τῷ σατανᾷ καὶ εἰρηνεύουσι μετ' αὐτοῦ καὶ οὐ πολεμοῦσι· τρεπτικὴ γάρ ἐστιν ἡ φύσις, καὶ εἰ θέλει τις, γίνεται υἱὸς σατανᾶ, καὶ εἰ θέλει τις, γίνεται υἱὸς τοῦ θεοῦ, διὰ τὸ παραμένειν τὸ αὐτεξούσιον.
6.6.1
Ἄλλο δέ ἐστι τινὰ περὶ ἄρτου διηγήσασθαι καὶ τραπέζης, ἄλλο δέ ἐστι
6.6.2
φαγεῖν καὶ λαβεῖν τὸν νόστον τοῦ ἄρτου καὶ ἐνδυναμωθῆναι ὅλα τὰ μέλη. ἄλλο ἐστὶν εἰπεῖν περὶ ποτοῦ ἡδυτάτου, καὶ ἄλλο ἐστὶ ἀπελθεῖν καὶ δράξασθαι ἐξ αὐτῆς τῆς πηγῆς καὶ ἐμπλησθῆναι τῆς γεύσεως τοῦ ἡδυτάτου ποτοῦ. ἄλλο ἐστὶ διηγήσασθαι περὶ πολέμου καὶ γενναίων ἀθλητῶν καὶ πολεμιστῶν, καὶ ἄλλο ἐστὶ τὸ ἀπελθεῖν τινα εἰς παράταξιν πολέμου καὶ συμβαλεῖν τοῖς ἐχθροῖς καὶ εἰσελθεῖν καὶ ἐξελθεῖν καὶ λαβεῖν καὶ δοῦναι καὶ ἀπενέγκασθαι τὰ νικητήρια. οὕτω καὶ ὧδε. ἄλλο ἐστὶ τὸ γνώσει τινι καὶ νοῒ διηγήσασθαι λόγους, καὶ ἄλλο ἐστὶ τὸ ἐν ὑποστάσει καὶ ἔργῳ καὶ πληροφορίᾳ ἐν τῷ ἐνδοτάτῳ ἀνθρώπῳ καὶ ἐν τῷ νῷ ἔχειν τὸν θησαυρὸν καὶ τὴν χάριν καὶ τὴν γεῦσιν καὶ τὴν ἐνέργειαν τοῦ
6.6.2
ἁγίου πνεύματος. οἱ γὰρ ψιλοὺς λόγους λαλοῦντες φαντάζονται καὶ φυσιοῦνται ὑπὸ τοῦ νοὸς αὐτῶν. «ὁ γὰρ λόγος ἡμῶν, φησί, καὶ τὸ κήρυγμα οὐκ ἐν πειθοῖς σοφίας λόγων, ἀλλ' ἐν ἀποδείξει πνεύματος ἁγίου καὶ δυνάμεως». καὶ πάλιν ἀλλαχοῦ λέγει· «τὸ δὲ τέλος τῆς ἐντολῆς ἐστιν ἀγάπῃ ἐκ καθαρᾶς καρδίας καὶ πίστεως ἀνυποκρίτου, ὧν τινες ἀστοχήσαντες» «ἐναυάγησαν περὶ τὴν πίστιν». ὁρᾷς ὅτι περὶ λόγους ἔχοντες ναυαγοῦσι περὶ τὴν ἀλήθειαν.
6.6.3
Τοῦτο οὖν μᾶλλον ζητεῖτε· τὸ ἔχειν ἀγάπην θεοῦ ἐν καθαρᾷ καρδίᾳ καὶ πίστει ἀνυποκρίτῳ. ὁ τοιοῦτος γὰρ οὐ πίπτει. πολλοῖς ἐκζητήσασι τὸν θεόν, ἠνοίγη αὐτοῖς θύρα καὶ εἶδον θησαυρὸν καὶ εἰσῆλθον πρὸς αὐτὸν καὶ ὡς ἦσαν ἐν χαρᾷ λέγοντες·" 1εὕρομεν θησαυρόν" 2, ἀπέκλεισαν αὐτοῖς τὰς θύρας καὶ ἤρξαντο βοᾶν καὶ πενθεῖν καὶ ἐπιζητεῖν·" 1θησαυρὸν εὕρομεν καὶ ἀπωλέσαμεν" 2. οἰκονομικῶς ὑποστέλλει ἡ χάρις, ἵνα μειζόνως ἐπιζητήσωσιν. ὁ γὰρ θησαυρὸς οὐ δείκνυται, ἀλλ' ἢ εἰς προτροπὴν ζητήσεως.
6.7.1
Ἐρώτησις. Ἀλλ' ἐπειδή τινες λέγουσιν ὅτι μετὰ τὴν χάριν μετέβησαν «ἀπὸ τοῦ θανάτου εἰς τὴν ζωήν», οὐ δύναταί τις ἐν φωτὶ ὢν ἔχειν ῥυπαροὺς λογισμοὺς ἢ σκοτεινὰ λογίζεσθαι; Ἀπόκρισις. Γέγραπται ὅτι «πνεύματι ἐναρξάμενοι νῦν σαρκὶ ἐπιτελεῖσθε». πρὸς λόγον, εἰσὶ δύο τύποι. λέγει ὁ ἀπόστολος· «ἐνδύσασθε τὴν πανοπλίαν τοῦ θεοῦ πρὸς τὸ δύνασθαι ὑμᾶς ἀντιστῆναι ταῖς μεθοδείαις τοῦ διαβόλου». ποῦ ὢν ἐνεδύσατο τὰ ὅπλα, καὶ ποῦ ὢν πολεμεῖ «πρὸς ἀρχάς, πρὸς ἐξουσίας», ἐν φωτὶ ὄντες; καὶ πάλιν πρὸς τὸ δύνασθαι ὑμᾶς «τὰ βέλη τὰ πεπυρωμένα» τοῦ διαβόλου «σβέσαι». ἐνδύεται οὖν τὰ ὅπλα πρῶτον, καὶ τότε κατασβέννυσι τὰ πεπυρωμένα βέλη τοῦ διαβόλου. καὶ πάλιν· «μὴ λυπεῖτε τὸ πνεῦμα τὸ ἅγιον, ἐν ᾧ ἐσφραγίσθητε». καὶ πάλιν λέγει· «ἀδύνατον γὰρ τοὺς ἅπαξ φωτιθέντας γευσαμένους τε τῆς δωρεᾶς τοῦ θεοῦ καὶ μετόχους γενηθέντες πνεύματος ἁγίου, καὶ παραπεσόντας» καὶ οἱ φωτισθέντες γὰρ καὶ οἱ γευσάμενοι παραπίπτουσιν. ὁρᾷς ὅτι ἔχει θέλημα τοῦ συμφωνῆσαι τῷ πνεύματι καὶ ἔχει θέλημα τοῦ λυπῆσαι. πάντως γὰρ λαμβάνει τὰ ὅπλα, ἵνα ἀπέλθῃ εἰς πόλεμον καὶ ἀγωνίσηται κατὰ τῶν ἐχθρῶν, πάντως ἐφωτίσθη, ἵνα ἀντιστρατεύσηται τῷ σκότει. Ὥσπερ ἵνα τις ἐξέλθῃ ἐκ τοῦ κόσμου καὶ τὸ σῶμα αὐτοῦ ταφῇ καὶ χωσθῇ εἰς τὴν γῆν· λοιπὸν οὗτος οὐκέτι περιπατεῖ ἢ πραγματεύεται εἰς τὸν κόσμον τοῦτον ἢ εἰσέρχεται εἰς πόλειςἅπαξ γὰρ ἐχώσθη τὸ σῶμα αὐτοῦ ὑπὸ τὴν γῆνκαὶ οὐκέτι ἔστιν εἰς τὸν αἰῶνα τοῦτον, οὕτω καὶ οἱ ἔχοντες τὸν θεμέλιον τοῦ κυρίου, ἐν σαρκὶ εἰς τὸν αἰῶνα τοῦτον φαινόμενοι, καὶ νῷ καὶ τῇ καρδίᾳ μετατίθενται εἰς ἄλλον αἰῶνα, καὶ ἐκεῖ εἰσι ᾐχμαλωτισμένοι καὶ ἐσταυρωμένοι. δεδεμένοι εἰσὶν ἑκόντες καὶ ἄκοντες δέδενται ὅπου δέδενται. λοιπὸν εὔχονται σωματικῶς ἢ οὐκ εὔχονται. ἐκεῖ ἐστιν ἑκὼν καὶ ἄκων ᾐχμαλώτισται. ὁ γὰρ αἰχμαλωτιζόμενος ὑπὸ ἑτέρας δυνάμεως ἰσχυροτέρας αὐτοῦ κρατεῖται καὶ αἰχμαλωτίζεται, ὁδοιπορεῖ, ἐσθίει, κοιμᾶται. ἅπαξ ἐκεῖ ἐστιν ὅπου μετετέθη, μεμεθυσμένος ἐστὶ καὶ πάντοτε ὡς τεθαμβωμένος ἐστὶ καὶ μετέωρος ἐπὶ τῇ
6.8.2
παραδόξῳ ἐργασίᾳ καὶ ταῖς θεωρίαις τοῦ πνεύματος. τοιοῦτον δὲ ζητῶ θεμέλιον καὶ ἀκμὴν οὐχ εὗρον εἰς Χριστιανόν, εἰ μὴ ἐκ πολλῶν ὀλίγους. τί λέγει ὁ κύριος ἐν τῷ εὐαγγελίῳ· «ὁμοία ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν ἀνδρὶ φρονίμῳ, ὅστις ἔσκαψε καὶ ἐβάθυνε καὶ ἔθηκε τὸν θεμέλιον ἐπὶ τὴν πέτραν». «ἐλθούσης δὲ πλημμύρας καὶ ἀνέμων οὐκ ἔπεσε· τεθεμελίωτο γὰρ ἐπὶ τὴν πέτραν». σχεδὸν ἄπτωτός ἐστιν. ὁ γὰρ θεμέλιος ὃν λέγομεν καὶ ἡ πέτρα αὐτός ἐστιν ὁ κύριος. 7. τ. 1 ΛΟΓΟΣ Ζʹ. Ὅτι χρὴ κάμνειν καὶ ἐμπονεῖν τῇ γῇ τῆς καρδίας.

Intertext edge

Open linked passage

Note