Sermones 64
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/macarius-of-egypt" aria-label="More works by Macarius of Egypt">
—
⋯
Original / primary: Pg Scrape Grc
7.1.1
Μὴ γὰρ οὐκ ἐδύνατο ὁ θεὸς ἄνευ τοῦ φυτευθῆναι ἐν τῇ γῇ δένδρα ἐλαιῶν ποιῆσαι ἔλαιον ἄνευ καμάτου; ἢ οὐκ ἐδύνατο ἄνευ κόπου τοῦ σκάπτειν καὶ φυτεύειν τὴν ἄμπελον δοῦναι οἶνον τοῖς ἀνθρώποις; ἢ ἄνευ τοῦ γηπονεῖν δοῦναι σῖτον; ἀλλὰ διὰ τοῦτο οὕτως ᾠκονόμηται, ἵνα μετὰ κόπου τις γεωργήσῃ καὶ λάβῃ προσόδους. οὕτω καὶ εἰς τὸ πνευματικόν· τῷ κάμνοντι καὶ ἐμπονοῦντι τῇ γῇ τῆς καρδίας αὐτοῦ ἡ ἄνωθεν «δωρεὰ τοῦ ἁγίου πνεύματος» δίδοται.
7.1.2
συμβαίνει γὰρ ὅτι ἔστι χώρα ἐμπονουμένη καὶ κατὰ βάθους εἰργασμένη, καὶ ἄλλη οὐχ οὕτω φιλοκαλουμένη ἀλλὰ ἀμελῶς ἐργασθεῖσα, καὶ εἰς τὰς δύο χώρας σπόρος ἐστὶ καὶ ὑετὸς ἔρχεται, ἀλλ' ὅπου κατὰ βάθους ἐπονήθη καὶ ἐργασίαν ἔλαβε καλήν, ἐκεῖ πολυπλασιάζει ὁ καρπὸς καὶ εὐθηνεῖ ἡ χώρα ἐκείνη καὶ τότε ἐστὶν ἡδεῖα ἡ πρόσοδος τοῖς μετὰ καμάτου κτησαμένοις. καὶ γὰρ οἱ ἕτοιμον πλοῦτον παραλαμβάνοντες οὐχ ἡγοῦνται αὐτὸν ἔντιμον, ἀλλὰ
7.1.3
ἀφειδῶς σκορπίζουσι διὰ τὸ μὴ μετὰ καμάτου κτᾶσθαι. οἱ δὲ ἀπὸ πόνου καὶ σπουδῆς κτώμενοι οἴδασι συντηρεῖν καὶ φυλάττειν τὸν πλοῦτον, εἰδότες διὰ πόσων πόνων ἐκτήσαντο. καὶ νῦν εἰ μὴ ἦν διὰ καμάτου καὶ πόνου κτᾶσθαι τὸ ἀγαθόν, οὔτε αὐτὴν «τὴν δωρεὰν τῆς χάριτος» τὴν δεδομένην αὐτοῖς ἔμελλον τιμίαν ἔχειν, εἰ ἦν ἄνευ κόπου λαβεῖν. νῦν δὲ εὐφραινόμενοι ἐν τῇ χάριτι διὰ τοῦτο ἀναπαύονται, ἐπειδὴ οἴδασι διὰ ποίων καμάτων καὶ θλίψεων ἐκτήσαντο αὐτήν. διὰ τοῦτο ἡδὺς αὐτοῖς ἐστιν ὁ πλοῦτος· ἐκείνη γάρ ἐστι ἡ ἐνθήκη ἐν τοῖς πνευματικοῖς. καὶ παρακαλούμενος καὶ ἀνδρειότερος γίνεταί τις τῆς κακίας διὰ τῆς χάριτος τῆς συνούσης αὐτῷ.
7.2.1
Ἐρώτησις. Εἰ εἶχε καθαρὰν φύσιν ὁ Ἀδάμ; Ἀπόκρισις. Ὥσπερ ὁ προφορικὸς λόγος ἀπαθῶς ἐξέρχεται ἢ ὁ σιελὸς ἢ ἡ γλῶσσα ἀπαθῶς κινεῖται, οὕτω πρὸ τῆς παραβάσεως ἀπαθῶς ἐκοινώνει ὁ Ἀδὰμ τῇ Εὔᾳ. Ἐρώτησις. Οὐχὶ τοῦ πνεύματος τοῦ ἁγίου ἐρχομένου καὶ ἡ φυσικὴ ἐπιθυμία συνεκριζοῦται μετὰ τῆς ἁμαρτίας; Ἀπόκρισις. Προεῖπον ὅτι καὶ ἡ ἁμαρτία ἐκριζοῦται, καὶ ἀπολαμβάνει ὁ ἄνθρωπος τὴν πρώτην πλάσιν τοῦ καθαροῦ Ἀδάμ. οὕτω μέντοι διὰ τῆς δυνάμεως τοῦ ἁγίου πνεύματος καὶ διὰ τῆς ἀναγεννήσεως τῆς πνευματικῆς ἔρχεται εἰς τὰ μέτρα τοῦ πρώτου Ἀδὰμ καὶ μείζων αὐτοῦ γίνεται· ἀποθεοῦται γάρ. Ἐρώτησις. Εἰ ὁ σατανᾶς μέτρῳ ἐπαφίεται ἢ ὡς θέλει παλαίειν αὐτὸν ἡ ὁρμή; Ἀπόκρισις. Οὐ μόνον εἰς τοὺς Χριστιανούς, ἀλλὰ καὶ εἰς τοὺς εἰδωλολάτρας καὶ εἰς ὅλον τὸν κόσμον οὐκ ἔχει ἐξουσίαν. εἰ δὲ παρεχωρεῖτο αὐτῷ ὡς θέλει πολεμεῖν, πάντα ἂν ἠφάνισεν, ἕκαστος τὸν πλησίον ἐφόνευσεν. διὰ τί; ἐπειδὴ τοῦτό ἐστι τὸ θέλημα τοῦ σατανᾶ.
7.4.2
ὥσπερ δὲ ὁ κεραμεὺς βάλλει τὰ σκεύη καὶ μέτρῳ ὑποκαίει τὴν κάμινονοὐ
7.4.3
πλέον, ἵνα μὴ ὀπτηθὲν ὑπὲρ τὸ δέον ψοφήσῃ, οὐκ ἔλαττον πάλιν, ἵνα μὴ ὡς ὠμὰ ἀπόληταικαὶ ὁ ἀργυροχόος καὶ ὁ χρυσοχόος μέτρῳ βάλλει τὸ πῦρἐὰν γὰρ πλεονάσῃ τὸ πῦρ, λύεται ὁ χρυσὸς ἢ ὁ ἄργυρος καὶ ἐξυδαροῦται καὶ ἀπόλλυταικαὶ εἰ ὁ ἀνθρώπινος νοῦς οἶδεν ἐπιμετρεῖν τὰ βάρη τῶν ζῴωνἑκάστου ζῴου τὴν δύναμιν ἐπιστάμενος ὡς δύναται κατ' ἀναλογίαν βαστάσαι τὰ βάρη τῶν ζῴων, πόσῳ μᾶλλον ὁ θεός, ὡς οἶδε τὰ σκεύη τῶν ἀνθρώπων, οὕτως ἐπαφίησι καὶ τὴν ἐναντίαν δύναμιν πολεμεῖν τοῖς ἀνθρώποις διαφόρως.
7.4.3
Καὶ ὥσπερ μία οὖσα ἡ γῆ ἡ μέν ἐστι τραχεῖα, ἡ δὲ λεπτόγεως, καὶ ἡ μὲν ἐπιχρησιμεύει εἰς φυτείαν ἀμπελῶνος, ἄλλη εἰς σπόρον σίτου καὶ κριθῆς, οὕτως εἰσὶ διάφοροι αὐταὶ αἱ γαῖ τῶν καρδιῶν καὶ τῶν προαιρέσεων τῶν ἀνθρώπων, οὕτω καὶ τὰ χαρίσματα ἄνωθεν ἐπιδίδονται. ᾧ μὲν ἐπιτηδεύει διδασκαλία λόγου, ἄλλῳ διακρίσεις, ἄλλῳ «χαρίσματα ἰαμάτων». οἶδε γὰρ ὁ θεός, τίς πῶς δύναται οἰκονομῆσαι, καὶ οὕτως ἐπιδίδωσι τὰ χαρίσματα διαφόρως. ὁμοίως καὶ εἰς τοὺς πολέμους μέτρῳ τινί, ὡς δύνανται οἱ ἄνθρωποι ὑποδέξασθαι καὶ ὑπομεῖναι, οὕτως ἐπαφίεται αὐτοῖς ἡ ἐναντία δύναμις.
7.5.1
Ἐρώτησις. Εἰ δεξάμενός τις τὴν θείαν δύναμιν καὶ μερικῶς ἀλλοιωθεὶς μένει ἐν τῇ φύσει; Ἀπόκρισις. Ἵνα τὸ θέλημα καὶ μετὰ τὴν χάριν δοκιμασθῇ, ποῦ ῥέπει καὶ εἰ συμφωνεῖ ἡ φύσις ἢ ἐν τῇ ταυτότητι μένει ἢ ὁ σκληρὸς ἐν τῇ σκληρότητι ἢ ὁ κοῦφος ἐν τῇ κουφότητι. συμβαίνει δέ, ὅτι ὁ ἰδιώτης ἀναγεννᾶται πνευματικῶς καὶ μεταβάλλεται εἰς σοφίαν καὶ γνωρίζεται αὐτῷ μυστήρια ἀπόκρυφα, εἰ καὶ ἰδιώτης ἐστὶ τῇ φύσει. ἄλλος, ὡς ἀπὸ φύσεώς ἐστι σκληρός, καὶ δίδωσιν αὐτοῦ τὸ θέλημα εἰς τὴν θεοσέβειαν καὶ δέχεται αὐτὸν ὁ θεός, μένει δὲ ἡ φύσις τῆς σκληρότητος καὶ εὐδοκεῖ ὁ θεὸς εἰς αὐτόν. ἄλλος ἐστὶ χρηστῶν ἠθῶν, ἐπιεικής, ἀγαθός, δίδωσιν ἑαυτὸν τῷ θεῷ καὶ δέχεται αὐτὸν ὁ θεός. ἐπειδὴ ἡ φύσις ὅλου τοῦ Ἀδὰμ τρεπτή ἐστιν, ἐπὶ τὸ καλὸν καὶ ἐπὶ τὸ κακόν, δεκτικὴ μὲν τοῦ κακοῦ, ἀλλ' εἰ θέλει οὐκ ἀποτελεστική.
7.5.2
ὥσπερ σωμάτιόν ἐστι γραφόμενον διαφόρως· ἠθέλησας ἔγραψας, πάλιν ἀπήλειψαςδέχεται οὖν τὸ σωμάτιον παντοίαν γραφήν, οὕτω καὶ ὁ σκληρὸς ἔδωκε τὸ θέλημα πρὸς τὸν θεόν, ἐτράπη εἰς τὸ ἀγαθόν, ἐδέχθη ὑπὸ τοῦ θεοῦ, καὶ ὁ ἐπιεικὴς ἐτράπη εἰς τὸ ἀγαθόν, ἐδέχθη ὑπὸ τοῦ θεοῦ ὧδε, ἵνα ὁ θεὸς
7.5.3
δείξῃ τὰ ἑαυτοῦ σπλάγχνα, πάντας δέχεται, πᾶσαν προαίρεσιν. καὶ γὰρ οἱ ἀπόστολοι εἰς ἣν πόλιν εἰσήρχοντο, ἐποίουν τινὰ χρόνον καὶ τινὰς ἐκ τῶν κακουμένων ἰῶντο, τινὰς δὲ οὔ. ὁμοίως δὲ καὶ ἐκ τῶν νεκρῶν τινὰς ἐζωοποίουν, τινὰς δὲ οὔ. ἤθελον δὲ οἱ ἀπόστολοι πάντας τοὺς νεκροὺς ζωοποιεῖν καὶ τοὺς κακουμένους εἰς ὑγείαν φέρειν, καὶ ὁλοτελῶς οὐκ ἐγίνετο αὐτῶν τὸ θέλημα οὐκ ἐπετρέπετο γὰρ αὐτοῖς ὅσα ἤθελον ποιεῖν. ὁμοίως καὶ ὁ Παῦλος ὅτε ἐκρατήθη ὑπὸ τοῦ ἐθνάρχου, εἰ ἠθέλησεν ἡ συνοῦσα αὐτῷ χάρις, ἐποίει τὸν ἐθνάρχην ἀπολιθωθῆναι καὶ τὸ τεῖχος διαρραγῆναι, ἄνθρωπος ἔχων παράκλητον, ἀλλὰ διὰ σαργάνης χαλᾶται ὁ ἀπόστολος καὶ ποῦ ἡ χάρις ἡ συνοῦσα; ταῦτα οἰκονομικῶς ἐγίνετο, εἴς τινα μὲν πράγματα ποιεῖν αὐτοὺς σημεῖα καὶ θαύματα, εἴς τινα δὲ ἀσθενεῖν, ἵνα ἐν τούτοις διακριθῇ ἡ πίστις τῶν πιστῶν καὶ τῶν ἀπίστων, καὶ ἡ προαίρεσις καὶ τὸ αὐτεξούσιον δοκιμασθῇ, καὶ φανερωθῇ εἰς τὰ ἀσθενέστερα πράγματα, εἴ τινες οὐ σκανδαλίζονται. εἰ γὰρ πάντα ὅσα ἤθελον ἐποίουν οἱ ἀπόστολοι, ἀναγκαστικῇ τινι δυνάμει ἔφερον τοὺς ἀνθρώπους εἰς τὴν θεοσέβειαν διὰ τὰ σημεῖα, καὶ οὕτως ἀνῄρητο τὸ αὐτεξούσιον, καὶ οὐκέτι πίστις καὶ ἀπιστία. ὁ γὰρ Χριστιανισμὸς λίθος ἐστὶ «προσκόμματος» καὶ πέτρα «σκανδάλου».
7.5.4
Πλὴν τὸ τοῦ Ἰὼβ γεγράμμενον οὐκ ἔστιν ἁπλῶς, πῶς ἐξῃτήσατο αὐτὸν ὁ σατανᾶς. οὐ γὰρ ἐδύνατο ἄνευ ἐπιτροπῆς ἀφ' ἑαυτοῦ ποιῆσαί τι. ἀλλὰ τί λέγει τῷ κυρίῳ ὁ διάβολος·" 1δός μοι αὐτὸν εἰς τὰς χεῖρας, «εἰ μὴν εἰς πρόσωπόν σε εὐλογήσει»." 2 οὕτω καὶ νῦν ὁ αὐτὸς Ἀδάμ ἐστι καὶ ὁ αὐτὸς θεὸς καὶ ὁ αὐτὸς σατανᾶς. ἐν ὅσῳ οὖν τυγχάνει τις ἀντιλήψεως θεοῦ καὶ ἔστι ζῶν τῇ χάριτι καὶ πρόθυμος, ἐπαιτεῖται αὐτὸν ὁ σατανᾶς καὶ λέγει τῷ κυρίῳ·" 1ἐπειδὴ βοηθεῖς αὐτῷ καὶ ἀντιλαμβάνῃ δουλεύει σοι. ἄφες αὐτόν, παράδος μοι αὐτόν, «εἰ μὴν εἰς πρόσωπόν σε εὐλογήσει»." 2 λοιπὸν ὡς ἔτι παρακαλεῖ τὴν ψυχήν,
7.5.5
ἡ χάρις ὑποστέλλει καὶ παραδίδοται ἡ ψυχὴ πειρασμοῖς. ἔρχεται οὖν ὁ διάβολος ἐπιφέρων μυρία κακά, ἀπελπισμόν, ἀπόγνωσιν, διαλογισμοὺς πονηρούς, θλίβει ἵνα χαυνώσῃ τὴν ψυχὴν καὶ ἀλλοτριώσῃ ἐκ τῆς ἐλπίδος τοῦ θεοῦ. ἡ δὲ φρονίμη ψυχὴ ἐν τοῖς κακοῖς οὖσα καὶ ἐν τῇ θλίψει οὐκ ἀπελπίζει, ἀλλὰ λέγει πρὸς ἑαυτὴν κράτει ὃ κρατεῖς, ὅσα ἂν ἐπενέγκῃ σοι, μυρίους πειρασμούς, κράτει καὶ εἰπέ·" 1ἐὰν καὶ ἀποθάνω, ἐγὼ αὐτὸν οὐκ ἀφίω." 2 καὶ τότε, ἐὰν ὑπομείνῃ ὁ ἄνθρωπος εἰς τέλος, ἄρχεται ὁ κύριος διαλέγεσθαι τῷ σατανᾷ·" 1ὁρᾷς, πόσα κακὰ καὶ θλίψεις ἐπήνεγκας αὐτῷ, καὶ οὐχ ὑπήκουσε σοί, ἀλλ'
7.5.6
ἐμοὶ δουλεύει" 2, τότε καταισχύνεται ὁ διάβολος καὶ οὐκ ἔχει τι εἰπεῖν. καὶ γὰρ ἐπὶ τοῦ Ἰώβ, εἰ ᾔδει ὅτι εἰς τοὺς πειρασμοὺς ἐμπεσὼν μέλλει ὑπομένειν καὶ μὴ ἡττᾶσθαι, οὐκ ἂν ἐξῃτήσατο αὐτόν, ἵνα μὴ πλέον καταισχυνθῇ, οὕτω καὶ νῦν εἰς τοὺς ὑπομένοντας τὰς θλίψεις καὶ τοὺς πειρασμοὺς καταισχύνεται ὁ σατανᾶς καὶ μετανοεῖ, ὅτι οὐδὲν ὠφέλησεν. ἄρχεται οὖν ὁ κύριος λόγον αὐτῷ ποιεῖν·" 1ἴδε παρεχώρησα, ἴδε παρέδωκά σοι αὐτόν, ἴδε ἐπέτρεψά σοι πειράσαι. τί ἐδυνήθης; μὴ ὑπήκουσέ σοι;" 2
7.6.1
Ἐρώτησις. Εἰ ἄρα ὅλους τοὺς λογισμοὺς καὶ τὰ νοήματα οἶδεν ὁ σατανᾶς; Ἀπόκρισις. Εἰ ἄνθρωπος ἀνθρώπῳ σύνεστι καὶ οἶδε τὰ αὐτοῦ, καὶ σὺ εἴκοσι ἐτῶν ὢν γνωρίζεις, ἆρα αὐτὸς ὁ σατανᾶς ἀπὸ γενετῆς συνών σοι οὐκ οἶδε τοὺς διαλογισμούς σου, ὅτι ἑπτακισχιλίων ἐτῶν ἐστιν; ἀλλ' οὐ λέγομεν αὐτὸν πρὸ τοῦ πειράσαι τὸν ἄνθρωπον εἰδέναι αὐτὸν τί θέλει ποιῆσαι ὁ ἄνθρωπος. τὸ γὰρ πειράσαι πειράζει, οὐκ οἶδε δέ, εἰ ὑπακούσει ἢ μὴ ὑπακούσει, ἕως ἂν τὸ θέλημα δοῦλον δώῃ αὐτῷ ἡ ψυχή. οὔτε πάλιν λέγομεν τὸν διάβολον, ὅτι ὅλους τοὺς λογισμοὺς καὶ τὰς ἐνθυμήσεις οἶδεν.
7.6.2
Ὥσπερ ἵνα ᾖ δένδρον καὶ ἔχῃ κλάδους πολλούς, ὡς εἰπεῖν πρὸς λόγον δύο ἢ τρεῖς κλάδους δύναται κατασχεῖν τις, τοὺς δὲ ἄλλους οὐ δύναται, οὕτω καὶ ἡ ψυχὴ ἔχει πολλὰ μέλη καὶ πολλοὺς κλάδους, λοιπὸν εἰσί τινες κλάδοι λογισμῶν καὶ νοημάτων καὶ κατέχει αὐτοὺς ὁ σατανᾶς, καί εἰσιν ἄλλοι λογισμοὶ καὶ νοήματα,
7.6.3
ὅτι οὐ δύναται κατασχεῖν ὁ σατανᾶς. ἔν τινι μὲν γὰρ ἰσχυρότερός ἐστιν τὸ μέρος τῆς ἁμαρτίας ἐν τῷ βρύειν, ἔν τινι δὲ ὁ λόγισμός ἐστι τοῦ ἀνθρώπου λαμβάνων βοήθειαν καὶ λύτρωσιν παρὰ τοῦ θεοῦ καὶ ἀντιλέγων τῇ κακίᾳ. ἔν τινι δὲ κεκράτηται, ἔν τινι ἔχει θέλημα, καὶ ζέων προσέρχεται τῷ θεῷ καὶ οἶδεν ὁ σατανᾶς καὶ βλέπει, ὅτι κατ' αὐτοῦ ποιεῖ καὶ οὐ δύναται ἐπισχεῖν τὸν ἄνθρωπον προσερχόμενον τῷ θεῷ, ἐπειδὴ ἔχει θέλημα τοῦ βοῆσαι πρὸς τὸν θεόν. ἔχει καρποὺς φυσικοὺς τοῦ ἀγαπῆσαι καὶ προσελθεῖν τῷ θεῷ,
7.6.4
τοῦ πιστεῦσαι, τοῦ ἐπιζητῆσαι προσελθεῖν. καὶ γὰρ ἐν τοῖς φαινομένοις ὁ γεωργὸς ἐργάζεται τὴν γῆν, ἀλλὰ χρῄζει ἄνωθεν ὑετοῦ καὶ ὄμβρου. ἐὰν γὰρ μὴ βρέξῃ ἄνωθεν, οὐδὲν ὠφέλησεν ὁ γεωργὸς ἐργασάμενος τὴν γῆν, οὕτω καὶ εἰς τὸ πνευματικὸν, εἰς δύο πρόσωπα νοεῖται τὰ πράγματα. χρὴ οὖν τὸν ἄνθρωπον ἀπὸ προαιρέσεως γεωργῆσαι τὴν γῆν αὐτοῦ καὶ ἐμπονῆσαι. ζητεῖ γὰρ ὁ θεὸς τὸν κόπον καὶ τὸν κάματον αὐτοῦ καὶ τὴν ἐργασίαν τοῦ ἀνθρώπου. ἀλλ' ἐὰν μὴ ἄνωθεν ἐπιφανῇ οὐράνιος νεφέλη καὶ ὑετὸς χάριτος, οὐδὲν ὠφέλησεν ὁ γεωργὸς κάμνων.
7.6.5
Τοῦτο δέ ἐστι τὸ σημεῖον τοῦ Χριστιανισμοῦ, ὅσα ἐὰν κάμῃ καὶ ὅσας ἐὰν ποιήσῃ δικαιοσύνας, ὡς μηδὲν ποιῶν ὀφείλει διακεῖσθαι." 1νηστεύων οὐκ ἐνήστευσα, εὐχόμενος οὐκ ηὐξάμην, παραμένων τῇ εὐχῇ οὐ παρέμεινα, ἀκμὴν ἀρχάριος εἰμὶ ἀσκῶν καὶ κάμνων" 2. καὶ ὢν δίκαιος παρὰ θεῷ λέγε·" 1ἐγὼ οὔκ εἰμι δίκαιος οὐδὲ κάμνω, καθ' ἡμέραν ἄρχομαι, ἀποδεδοκιμασμένος εἰμί." 2 ὀφείλει δὲ ἔχειν καθ' ἡμέραν τὴν ἐλπίδα καὶ τὴν χαρὰν καὶ τὴν προσδοκίαν τῆς μελλούσης βασιλείας καὶ λυτρώσεως· ἐὰν σήμερον οὐκ ἐλυτρώθην, αὔριον
7.6.6
λυτροῦμαι. καὶ γὰρ ὁ φυτεύων ἄμπελον πρὶν ἐνάρξασθαι τοῦ κόπου, ἔχει τὴν χαρὰν ἐν ἑαυτῷ καὶ τὴν ἐλπίδα, καὶ προδιαγράφει ἐν ἑαυτῷ καὶ ψηφίζει τὰς προσόδους, μήπω γενομένου οἴνου, καὶ οὕτως ἀναδέχεται τὸν κάματον. ἡ γὰρ ἐλπὶς καὶ ἡ προσδοκία ποιεῖ αὐτὸν προθύμως κάμνειν καὶ τέως ἐκ τοῦ οἴκου πολλὰς δαπάνας σκορπίζει, οὕτω καὶ ὁ οἰκοδομῶν οἶκον καὶ ὁ γεωργῶν πρῶτον ἐκ τῶν ἰδίων πολλὰ ἀναλίσκει διὰ τὴν ἐλπίδα τῆς μελλούσης προσόδου. καὶ πάνυ, ἐὰν μή τις ἔχῃ πρὸ ὀφθαλμῶν τὴν χαρὰν καὶ τὴν ἐλπίδα ὅτι" 1μέλλω λυτρώσεως καὶ ζωῆς τυγχάνειν" 2, οὐ δύναται ὑπομεῖναι τὰς θλίψεις οὐδὲ τὸ φορτίον καὶ τὴν στενὴν ὁδὸν ἀναδέξασθαι. ἡ γὰρ συνοῦσα ἐλπὶς καὶ χαρὰ ποιεῖ αὐτὸν κάμνειν προθύμως καὶ ὑπομένειν τὰς θλίψεις.
7.6.7
Ὥσπερ δὲ οὐκ ἔστιν εὔκολον δαλὸν ἀπὸ πυρὸς φυγεῖν, οὕτως οὐδὲ ψυχὴν ἐκ τοῦ πυρὸς τοῦ θανάτου, εἰ μὴ διὰ καμάτου πολλοῦ. ὡς ἐπὶ τὸ πλεῖστον δὲ ὁ σατανᾶς ὡς ἐπὶ προφάσει ἀγαθῶν λογισμῶν, ὅτι" 1ἐκ τούτου δύναται εὐαρεστῆσαι τῷ θεῷ" 2 ὑποβάλλει τῇ ψυχῇ καὶ οὕτως ὑποκλέπτει αὐτὸν εἰς λεπτὰ καὶ εὐλογοφανῆ νοήματα, καὶ οὐκ οἶδεν ὑποκλεπτόμενος διακρῖναι, καὶ οὕτως
7.6.8
ἐμπίπτει εἰς παγίδα καὶ ἀπώλειαν τοῦ διαβόλου. τὸ δὲ καιριώτατον τοῦ ἀθλητοῦ καὶ ἀγωνιστοῦ τοῦτό ἐστιν, ἵνα τίς εἰσελθὼν εἰς τὴν καρδίαν ἑαυτοῦ ποιήσῃ πόλεμον πρὸς τὸν σατανᾶν καὶ μισήσῃ αὐτὸν καὶ ἀρνήσηται τὴν ψυχὴν αὐτοῦ καὶ ὀργισθῇ καὶ ἐπιπλήξῃ ταῖς συνούσαις ἐπιθυμίαις καὶ ἀντιτάξηται καὶ ἀντιπαλαίσας τοῖς διαλογισμοῖς αὐτοῦ μαχεσθῇ ἑαυτῷ.
7.6.9
Εἰ δὲ εἰς τὸ φαινόμενον φυλάσσεις τὸ σῶμα σου ἀπὸ φθορᾶς καὶ πορνείας, ἔσωθεν δὲ μοιχεύεις παρὰ τῷ θεῷ καὶ πορνεύεις τοῖς διαλογισμοῖς, οὐδὲν
7.6.10
ὠφελήθης ἔχων τὸ σῶμα παρθένον. ὥσπερ ἵνα ᾖ νεᾶνις καὶ νεανίσκος, καὶ λοιπὸν δόλῳ κολακεύει αὐτὴν καὶ φθείρει, λοιπὸν βδελυκτή ἐστι τῷ νυμφίῳ, ἐπειδὴ ἐμοιχεύθη, οὕτω καὶ ἡ ἀσώματος ψυχὴ τῷ ἐνδομυχοῦντι ὄφει κοινωνοῦσα, τῷ πονηρῷ πνεύματι, πορνεύει ἀπὸ τοῦ θεοῦ. γέγραπται γάρ· «πᾶς ὁ ἐμβλέπων γυναῖκα εἰς τὸ ἐπιθυμῆσαι ἤδη ἐμοίχευσεν ἐν καρδίᾳ». ἔστι γὰρ πορνεία διὰ σώματος ἐπιτελουμένη καὶ ἔστι πορνεία ψυχῆς κοινωνούσης τῷ σατανᾷ. αὐτὴ γὰρ ἡ ψυχὴ κοινωνική ἐστι καὶ ἀδελφὴ δαιμόνων ἢ πάλιν θεοῦ καὶ ἀγγέλων καὶ λοιπὸν μοιχεύουσα μετὰ τοῦ σατανᾶ ἄχρηστός ἐστι τῷ ἐπουρανίῳ νυμφίῳ Χριστῷ.
7.7.1
Ἐρώτησις. Εἰ ἡσυχάζει ὁ σατανᾶς ποτε, καὶ ἐλευθεροῦται ὁ ἄνθρωπος ἐκ τοῦ πολέμου ἤ, ἕως ὅτε ζῇ, ἔχει πόλεμον; Ἀπόκρισις. Ὁ σατανᾶς οὐδέποτε ἡσυχάζει πολεμῶν, ἕως ὅτε ζῇ τις εἰς τὸν αἰῶνα τοῦτον καὶ φορεῖ τὴν σάρκα. ὅταν δὲ «τὰ βέλη τοῦ διαβόλου τὰ πεπυρωμένα» σβεσθῇ, λοιπὸν ἐκεῖ οὐδέν τι βλάπτει τὸν ἄνθρωπον, εἰ καὶ ἔρχεται ὁ σατανᾶς πολεμεῖν; πρὸς λόγον γὰρ ἔστι τις φίλος βασιλέως καὶ ἔχει δίκην πρὸς ἀντίδικον. ὁπόταν τὸν βασιλέα ἐπιρρεπῆ ἔχῃ καὶ φίλον ἑαυτοῦ, ὅστις βοηθεῖ αὐτῷκαὶ φθάσῃ ὅλας τὰς τάξεις παρελθεῖν καὶ τοὺς βαθμοὺς καὶ γενέσθαι φίλος βασιλέως, τὸ λοιπὸν τί βλάπτεται ὑπό τινος; εἰς γὰρ τὸ φαινόμενόν εἰσι πολλοί, ὅτι λαμβάνουσιν ἀννόνας καὶ δῶρα παρὰ τοῦ βασιλέως καὶ λειτουργοῦσιν. τί ζημιοῦνται, ὁπότε τοσαῦτα πορίζουσι καὶ δέχονται ἐκ τοῦ βασιλέως; οὕτω καὶ οἱ Χριστιανοί, εἰ καὶ πρὸς καιρὸν ἔρχονται οἱ πόλεμοι, ἀλλ' αὐτοὶ κατέλυσαν εἰς τὴν θεότητα καὶ ἐνεδύσαντο τὴν «ἐξ ὕψους δύναμιν» καὶ ἀνάπαυσιν καὶ οὐ φροντίζουσι τοῦ πολέμου.
7.7.2
Ὥσπερ γὰρ ὁ κύριος ἀνέλαβε τὸ σῶμα καταλιπὼν πᾶσαν ἀρχὴν καὶ ἐξουσίαν, οὕτω καὶ οἱ Χριστιανοὶ ἐνδύονται τὸ πνεῦμα τὸ ἅγιον καὶ ἐν ἀναπαύσει εἰσίν. εἰ δὲ καὶ ἔρχεται καὶ ἔξωθεν κρούει ὁ σατανᾶς, ἀλλ' οὗτοι ἔσωθεν τεθωρακισμένοι εἰσὶ τῇ τοῦ κυρίου δυνάμει καὶ οὐδὲν φροντίζουσι τοῦ σατανᾶ. καθὼς ἐκεῖ εἰς τὴν ἔρημον ἐπείραζε τὸν κύριον τεσσαράκοντα ἡμέρας, τί αὐτὸν ἔβλαψεν, ὅτι ἔξωθεν προσῆλθε τῷ σώματι; θεὸς γὰρ ἦν σαρκωθείς. οὕτως εἰσὶν οἱ Χριστιανοί, εἰ καὶ ἔξωθεν πειράζονται, πλὴν ἔσωθεν πεπληρωμένοι εἰσὶ τῆς θεότητος καὶ οὐδὲν ἀδικοῦνται. ταῦτα δὲ τὰ μέτρα ἐκείνου εἰσίν· εἴ τις ἔφθασεν εἰς τὴν τελείαν ἀγάπην τοῦ κυρίου καὶ εἰς τὸ πλήρωμα τῆς θεότητος κατήντησεν. εἰ δέ τις χάριτος μερικῶς ἔτυχεν, οὗτος ἔσωθεν ἀκμὴν ἔχει πόλεμον· ὥραν ἀναπαύεται εἰς τὴν εὐχήν, ἄλλῃ ὥρᾳ ἐν θλίψει καὶ πολέμῳ ἵσταται. οὕτω γὰρ θέλει ὁ κύριος· καὶ ἐπειδὴ ἀκμὴν νήπιός ἐστι, γυμνάζει αὐτὸν εἰς τοὺς πολέμους τὰ δύο πρόσωπα ἔσωθεν βρύει, καὶ τὸ φῶς καὶ τὸ σκότος, καὶ ἡ ἀνάπαυσις καὶ ἡ θλῖψις. εὔχονται ἐν ἀναπαύσει καὶ πάλιν ἄλλῃ ὥρᾳ ἐν θορύβῳ εἰσίν.
7.7.3
Οὐκ ἀκούεις τί λέγει ὁ ἀπόστολος· «ἐὰν ἔχω πάντα, ἐὰν παραδῶ τὸ σῶμα μου, ἵνα καυθήσομαι, καὶ ἐὰν ταῖς γλώσσαις τῶν ἀγγέλων λαλήσω, ἀγάπην δὲ μὴ ἔχω, οὐδέν εἰμι». ἐπειδὴ ταῦτα προτρεπτικά εἰσι χαρίσματα, καὶ οἱ ἐν τούτοις ἑστηκότες νήπιοί εἰσιν, εἰ καὶ ἐν φωτί εἰσιν. ἄλλοι γὰρ τῶν ἀδελφῶν ἦλθον εἰς μέτρα τοιαῦτα καὶ ἔσχον «χαρίσματα ἰαμάτων» καὶ ἀποκάλυψιν προφητείας, καὶ ἐπειδὴ οὐκ ἔφθασαν εἰς τελείαν ἀγάπην, ὅπου ὁ «σύνδεσμος τῆς τελειότητος», ἐπῆλθεν αὐτοῖς πόλεμος καὶ ἀμελήσαντες ἔπεσον. εἰ δέ τις φθάνει εἰς τὴν ἀγάπην, οὗτος λοιπὸν δέδεται καὶ ἔστιν ᾐχμαλωτισμένος εἰς τὴν χάριν. εἰ δέ τις παρὰ μικρὸν ἐγγίσει τῷ μέτρῳ τῆς ἀγάπης, μὴ φθάσει δὲ εἰς αὐτὴν τὴν ἀγάπην δεθῆναι, ὁ τοιοῦτος ὑπὸ φόβον ἐστὶ καὶ ὑπὸ πόλεμον
7.7.4
καὶ ὑπὸ πτῶσιν, καὶ ἐὰν μὴ ἀσφαλίσηται, ῥίπτει αὐτὸν ὁ σατανᾶς. οὕτω γάρ τινες ἐπλανήθησαν. χάριτος γὰρ εἰς αὐτοὺς γενομένης ἐνόμισαν ὅτι κατέλαβον τὴν τελειότητα καὶ ἔλεγον·" 1ἀρκεῖ ἡμῖν, οὐκέτι χρῄζομεν." 2 ὁ κύριος οὔτε τέλος ἔχει οὔτε κατάληψιν, καὶ οἱ Χριστιανοὶ οὐ τολμῶσιν εἰπεῖν ὅτι κατελάβομεν, ἀλλὰ τεταπεινωμένοι εἰσὶ νυκτὸς καὶ ἡμέρας ζητοῦντες.
7.7.5
Τὰ γράμματα ἐν τοῖς φαινομένοις ἀτέλεστά εἰσι, καὶ οὐδεὶς οἶδε τοῦτο, εἰ μὴ ὁ σχολαστικὸς ὁ μερικῶς μαθὼν τὰ γράμματαοὕτω καὶ ὧδε οὐδεὶς οἶδεν ὅτι ἀκατάληπτός ἐστι καὶ ἀμέτρητος, εἰ μὴ ὁ μερικῶς γευσάμενος· ἐξ αὐτοῦ δὲ οὗ ἐγεύσαντο γνωρίζουσι τὴν ἑαυτῶν ἀσθένειαν. εἰς χωρίον ἐάν τις ἀπέλθῃ ὀλίγα γράμματα εἰδώς, ὅπου εἰσὶν ἰδιῶται, δοξάζεται ὑπ' αὐτῶν ὡς σχολαστικός, ἐπειδὴ χωρικοί εἰσιν ὁλοτελῶς μὴ εἰδότες δοκιμάσαι. αὐτὸς δὲ οὗτος ὁ τὰ ὀλίγα εἰδώς, ἐὰν ἀπέλθῃ εἰς πόλιν, ὅπου εἰσὶ ῥήτορες καὶ σχολαστικοί, οὐ τολμᾷ παραφανῆναι αὐτοῖς ἢ λαλῆσαι· ὡς χωρικὸς γὰρ κρίνεται ὑπὸ τῶν σχολαστικῶν.
7.8.1
Ἐρώτησις. Εἰ ὢν ἐν πολέμῳ ὁ ἄνθρωπος καὶ ἔχων τὰ δύο πρόσωπα ἐν τῇ ψυχῇ αὐτοῦ, τῆς τε ἁμαρτίας καὶ τῆς χάριτος, συμβῇ δὲ αὐτὸν ἐξελθεῖν ἐκ τοῦ κόσμου, ποῦ χωρεῖ εἰς τὰ δύο μέρη κατεχόμενος; Ἀπόκρισις. Ὅπου ἔχει τὸν σκοπὸν ὁ νοῦς καὶ ὅπου ἀγαπᾷ, ἐκεῖ καὶ ὑπάγει. μόνον εἰ ἐπέρχεταί σοι θλῖψις καὶ πόλεμος, ἀντειπεῖν ὀφείλεις καὶ μισεῖν. τὸ μὲν γὰρ ἐπελθεῖν τὸν πόλεμον οὐκ ἔστι σόν, τὸ δὲ μισῆσαι σόν ἐστι. καὶ τότε βλέπει ὁ κύριος τὸν νοῦν σου, ὅτι ἀγωνίζῃ καὶ ἀγαπᾷς τὸν κύριον ἐξ ὅλης τῆς ψυχῆς σου καὶ οὐκ ἔστι δυσχερὲς τῷ κυρίῳ διαχωρίσαι ἐν μίᾳ ὥρᾳ τὸν θάνατον ἐκ τῆς ψυχῆς σου καὶ σὲ προσλαβέσθαι εἰς τοὺς κόλπους αὐτοῦ καὶ εἰς τὸ φῶς ἁρπάσαι. ἁρπάζει γάρ σε ἐν ῥοπῇ ὥρας ἐκ τοῦ στόματος τοῦ σκότους καὶ εὐθέως μετατίθησι τὴν ψυχήν σου εἰς τὴν βασιλείαν αὐτοῦ. τῷ γὰρ θεῷ ἐν ῥοπῇ ὥρας πάντα εὐχερῆ ἐστι ποιῆσαι, μόνον ἵνα ἔχῃς τὴν ἀγάπην πρὸς αὐτόν. χρῄζει γὰρ ὁ θεὸς τῆς ἐργασίας τοῦ ἀνθρώπου καὶ χρῄζει ὁ ἄνθρωπος τῆς ἐργασίας τοῦ θεοῦ, ἐπειδὴ κοινωνική ἐστιν ἡ ψυχὴ τῆς θεότητος.
7.8.2
Καὶ καθὼς πολλάκις εἴπομεν τὴν παραβολὴν τοῦ γεωργοῦ, ὅτι κάμνων καὶ βάλλων τὸν σπόρον ἐν τῇ γῇ ὀφείλει ἐκδέχεσθαι καὶ τὸν ἄνωθεν ὑετόνἐὰν γὰρ μὴ ἐπιφανῇ νέφη καὶ ἄνεμοι πνεύσωσιν, οὐδὲν ὠφέλησεν ὁ κάματος τοῦ γεωργοῦ· ὁ γὰρ σπόρος γυμνὸς ὑπόκειταιοὕτως ἀνάλαβε καὶ εἰς τὸ πνευματικόν. ἐὰν μόνον εἰς τὴν ἰδίαν ἐργασίαν ἀπομείνῃ ὁ ἄνθρωπος καὶ μὴ δέξηται ξένον τι τῆς φύσεως αὐτοῦ, οὐ δύνανται καρποὺς ἀξίους τῷ κυρίῳ ἀποδοῦναι.
7.8.3
τί δέ ἐστιν ἡ ἐργασία τοῦ ἀνθρώπου; τὸ ἀποτάξασθαι, τὸ ἐξελθεῖν ἐκ τοῦ κόσμου, τὸ ὑπομεῖναι ἐν τῇ εὐχῇ, τὸ ἀγρυπνεῖν, τὸ ἀγαπᾶν τὸν θεὸν καὶ τοὺς ἀδελφούς. ταῦτα ἴδια αὐτοῦ ἐστιν. ἀλλ' ἐὰν ἀπομείνῃ ἐν τῇ ἰδίᾳ ἐργασίᾳ καὶ μὴ ἐλπίσῃ ἄλλο τι δέξασθαι καὶ μὴ προσπνεύσωσιν οἱ ἄνεμοι τοῦ ἁγίου πνεύματος ἐν τῇ ψυχῇ, καὶ ἐὰν μὴ ἐπιφανῇ οὐράνια νέφη καὶ ἔλθῃ ἐξ οὐρανοῦ ὑετὸς καὶ ἐπιβρέξῃ τῇ ψυχῇ, οὐ δύναται ὁ ἄνθρωπος καρποὺς ἀξίους ἀποδοῦναι
7.8.4
τῷ κυρίῳ. γέγραπται γάρ, ὅτι ὁ γεωργός, ὅταν ἴδῃ τὸ κλῆμα φέρον καρπούς, καθαρίζει αὐτό, ἵνα πλεῖον ἐξενέγκῃ, τὸ δὲ μὴ φέρον καρπὸν ἐκριζοῖ καὶ εἰς πυρὸς καῦσιν δίδωσι. πλὴν τοῦ ἀνθρώπου τοῦτό ἐστιν, ἵνα εἴτε νηστεύει εἴτε εὔχεται εἴτε καλόν τι ποιεῖ, ἐπιγράφῃ τὰ ἴδια τῷ θεῷ, τοῦτο λέγων·" 1εἰ μή με ὁ θεὸς ἐνεδυνάμωσεν, οὐκ ἐδυνάμην νηστεύειν ἢ εὔχεσθαι ἢ ἐξελθεῖν ἐκ τοῦ κόσμου." 2 καὶ οὕτω βλέπων ὁ θεὸς τὴν ἀγαθήν σου προαίρεσιν, ὅτι τὰ σὰ ἃ ἀπὸ φύσεως ποιεῖς αὐτῷ ἐπιγράφεις, πάλιν τὰ ἴδια αὐτοῦ τὰ πνευματικά, τὰ θεῖα καὶ ἐπουράνιακαὶ τὰ σά σοι χαρίζεται. τί δέ εἰσιν οἱ τοῦ πνεύματος καρποί; ἀγαλλίασις, εὐφροσύνη.
7.9.1
Ἐρώτησις. Ἀλλ' ἐπειδή εἰσι φυσικοὶ καρποὶ ὅμοιοι τούτων, ἀγάπη, πίστις, εὐχή, διάκρινον ἡμῖν, πῶς ἐστι τὰ φυσικά, καὶ πῶς ἐστι τὰ τοῦ ἁγίου πνεύματος; Ἀπόκρισις. Τὰ σὰ ἃ ποιεῖς, καλὰ μέν ἐστι καὶ τῷ θεῷ εὐπρόσδεκτα ἀλλ' οὐκ ἔστι καθαρά. οἷον ἀγαπᾷς σὺ τὸν θεόν, ἀλλ' ἡ σὴ ἀγάπη τρεπτή ἐστιν· ἔρχεται ὁ θεός, δίδωσί σοι ἀγάπην ἄτρεπτον, ἐπουράνιον. εὔχῃ σὺ τὸ φυσικὸν μετὰ τοῦ ῥέμβεσθαι καὶ διαλογίζεσθαι· δίδωσί σοι ὁ θεὸς τὴν
7.9.2
καθαρὰν εὐχὴν «ἐν πνεύματι καὶ ἀληθείᾳ». πλὴν ὡς ἐπὶ τὸ πλεῖστον ἡ γῆ ἀφ' ἑαυτῆς ἐκφέρει ἀκάνθας, καὶ ὁ γεωργὸς σκάπτει, ἐργάζεται ἐπιμελῶς, βάλλει σπόρον, καὶ αἱ ἀκάνθαι μὴ σπειρόμεναι ἀναφύονται καὶ πληθύνουσι. μετὰ γὰρ τὴν παράβασιν ἐρρέθη· «ἀκάνθας καὶ τριβόλους ἀνατελεῖ σοι» ἡ γῆ. πάλιν ὁ γεωργὸς ἐμπονεῖ τῇ γῇ, ἀνασκάπτει τὰς ἀκάνθας, καὶ αὐταὶ ἔτι πληθύνουσιν. ἀνάλαβε τοῦτο πνευματικῶς. μετὰ γὰρ τὴν παράβασιν ἐκφέρει ἡ γῆ τῆς καρδίας ἀκάνθας καὶ τριβόλους, ἐργάζεται ὁ γεωργός, ἐμπονεῖ, καὶ ἔτι αἱ ἀκάνθαι τῶν ἀκαθάρτων πνευμάτων ἐγείρονται. εἶτα αὐτὸ «τὸ πνεῦμα συναντιλαμβάνεται τῇ ἀσθενείᾳ» τῶν ἀνθρώπων, καὶ βάλλει ὁ κύριος ἐν αὐτῇ τῇ γῇ σπόρον ἐπουράνιον, ἐργάζεται αὐτήν, καὶ πέσοντος
7.9.3
τοῦ σπόρου αἱ τρίβολοι καὶ αἱ ἀκάνθαι ἀναφύονται. πάλιν αὐτὸς ὁ ἄνθρωπος καὶ ὁ κύριος ἐργάζεται τὴν ψυχήν, καὶ ἔτι τὰ πονηρὰ καὶ ἀκάθαρτα πνεύματα ἐκεῖ βρύουσι καὶ ἀναφύονται, ἕως ἂν γένηται θέρος καὶ πλεονάσῃ ἡ
7.9.4
χάρις καὶ καταξηρανθῶσιν ὑπὸ τῆς θέρμης τοῦ ἡλίου αἱ ἀκάνθαι. εἰ γὰρ καὶ σύνεστιν ἡ κακία, ἀλλ' οὐχ οὕτως κατακυριεύει ἢ ἔχει νομήν. τὰς γὰρ τρυφερὰς χλόας δύνανται τὰ ζιζάνια καὶ αἱ ἀκάνθαι συμπνίγειν, φθάσαντος δὲ θέρους μετὰ τὸ ξηρανθῆναι τοὺς καρποὺς καὶ ὡρίμους γενέσθαι
7.9.5
οὐδὲν βλάπτουσι τὰ ζιζάνια τὸν σῖτον. καὶ γὰρ ἐὰν συμβῇ τριάκοντα μοδίους εἶναι τοῦ καθαροῦ καὶ ἐκεῖ μίξῃς ὡς χοίνικα ζιζανίου, τί παραφαίνεται; κέχωσται γὰρ διὰ τὸν πλεονασμὸν τοῦ σίτου. οὕτω καὶ ἐν τῇ χάριτι. εἰ πλεονάζει ἡ δωρεὰ τοῦ θεοῦ καὶ ἡ χάρις εἰς τὸν ἄνθρωπον καὶ πλουτεῖ εἰς τὸν κύριον, σύνεστι δὲ ἡ κακία μερικῶς πως, οὐδὲν βλάψαι τὸν ἄνθρωπον οὐδὲ
7.9.6
ἰσχύν τινα ἢ νομὴν ἔχει κατὰ τοῦ ἀνθρώπου. ὅλη γὰρ ἡ ἔλευσις καὶ ἡ πρόνοια τοῦ κυρίου διὰ τοῦτο ἦλθεν, ἵνα τὸ ἀπολωλὸς ἀνακαλέσηται καὶ τὸ νεκρὸν ἀναζωοποιήσῃ διὰ τοῦ σταυροῦ· κατέκρινε γὰρ ἐν τῇ σαρκὶ τὸν θάνατον. «τὸ γὰρ ἀδύνατον τοῦ νόμου, ἐν ᾧ ἠσθένει διὰ τῆς σαρκός, ὁ θεὸς τὸν ἑαυτοῦ υἱὸν πέμψας ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας καὶ περὶ ἁμαρτίας κατέκρινε τὴν ἁμαρτίαν», «ἵνα διὰ τοῦ θανάτου καταργήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου καὶ ἀπαλλάξῃ τούτους ὅσοι φόβῳ θανάτου διαπαντὸς τοῦ ζῆν ἔνοχοι ἦσαν δουλείας». ὁρᾷς, διὰ τοὺς δεδουλωμένους καὶ ἐνόχους ὄντας θανάτου καὶ ὑποτεταγμένους ἡ ἔλευσις τοῦ κυρίου γέγονεν, ἵνα αὐτοὺς ποιήσῃ νικητὰς τοῦ θανάτου.
7.10.1
Ὅτι μέγα τι καὶ τίμιον σκεῦος παρὰ θεῷ ὁ ἄνθρωπος. Γνῶθι οὖν σου τὸ ἀξίωμα καὶ τὴν εὐγένειαν, πῶς εἶ τίμιος, ὦ ἄνθρωπε, ἀδελφὸς Χριστοῦ, φίλος βασιλέως, νύμφη τοῦ ἐπουρανίου νυμφίου. ὁ οὖν δυνηθεὶς ἐπιγνῶναι τὸ ἀξίωμα τῆς ψυχῆς αὐτοῦ, οὗτος δύναται ἐπιγνῶναι τὴν δύναμιν καὶ τὰ μυστήρια τῆς θεότητος· ἐπειδὴ διὰ δυνάμεως θεοῦ βλέπει τὴν πτῶσιν αὐτοῦ. ἀλλ' ὃν τρόπον αὐτὸς διὰ παθημάτων καὶ σταυροῦ παρῆλθε καὶ οὕτως ἐδοξάσθη καὶ ἐκάθισεν ἐν δεξιᾷ, οὕτως χρὴ καὶ σὲ συμπαθεῖν καὶ συσταυρωθῆναι καὶ οὕτως ἐξελθεῖν καὶ συγκαθίσαι καὶ συναφθῆναι τῷ σώματι τοῦ Χριστοῦ καὶ πάντοτε, συμβασιλεύειν ἐν ἐκείνῳ τῷ αἰῶνι εἴπερ γὰρ συμπάσχετε, ἵνα καὶ συνδοξασθῆτε. οὐ γάρ ἐστι δίκαιον τὸν νυμφίον διὰ σὲ ἐλθόντα παθεῖν καὶ σταυρωθῆναι καὶ τὴν νύμφην, δι' ἣν ὁ νυμφίος παρεγένετο, ῥέμβεσθαι καὶ κεχαυνωμένην εἶναι. Ὥσπερ γὰρ ἐν τοῖς φαινομένοις, ἵνα ᾖ τις πόρνη, καὶ παντὶ ἐπιδίδωσιν ἑαυτὴν ἀτάκτως, οὕτω καὶ ἡ ψυχὴ παντὶ δαίμονι ἐπιδέδωκεν ἑαυτὴν εἰς κοινωνίαν καὶ φθείρεται ὑπὸ τῶν πνευμάτων. εἰσὶ γὰρ οἱ ἔχοντες τὴν ἁμαρτίαν καὶ τὸ κακὸν κατὰ προαίρεσιν, καὶ εἰσὶν οἱ παρὰ προαίρεσιν. τί δέ ἐστι τὸ κατὰ προαίρεσιν καὶ τί τὸ παρὰ προαίρεσιν ἔχειν τὸ κακόν; οἱ κατὰ προαίρεσιν ἔχοντες τὸ κακόν, οὗτοί εἰσιν οἱ τὸ ἑαυτῶν θέλημα ἐπιδιδόντες τῇ κακίᾳ καὶ συνηδόμενοι καὶ φιλιάζοντες. οὗτοι εἰρήνην ἔχουσι μετὰ τοῦ σατανᾶ καὶ οὐ ποιοῦσι πόλεμον μετ' αὐτοῦ ἐν τοῖς λογισμοῖς. οἱ δὲ παρὰ προαίρεσιν ἔχοντες τὸ κακόν, οὗτοί εἰσιν οἱ τὴν ἐναντίαν δύναμιν ἔχοντες ἀντιστρατευομένην ἐν τοῖς μέλεσιν αὐτῶν κατὰ τὸν ἀπόστολον, καὶ ἔστιν ἡ ὁμιχλώδης δύναμις καὶ τὸ κάλυμμα, ἀλλ' ἐν τοῖς λογισμοῖς οὐ συμφωνοῦσιν οὔτε συνήδονται οὔτε ὑπακούουσιν, ἀλλ' ἀντιλέγουσιν, ἀντιπράττουσιν, ἀντιπίπτουσιν, ὀργίζονται ἑαυτοῖς· οὗτοι πολύ εἰσι καλλίονες καὶ τιμιώτεροι παρὰ θεῷ παρ' ἐκείνους τοὺς ἰδίᾳ προαιρέσει τὸ θέλημα αὐτῶν ἐπιδιδόντας τῇ κακίᾳ καὶ συνηδομένους.
7.11.2
Ὥσπερ ἵνα ᾖ τις βασιλεὺς καὶ εὕρῃ πενιχράν τινα ἐνδεδυμένην ῥάκη καὶ μὴ ἐπαισχυνθῇ, ἀλλὰ ἄρῃ αὐτῆς τὰ ῥυπαρὰ ἱμάτια καὶ ἀποπλύνῃ τὴν ῥυπαρίαν καὶ κοσμήσῃ αὐτὴν ἐνδύμασι λαμπροῖς καὶ ποιήσῃ αὐτὴν κοινωνὸν βασιλείας καὶ τῆς τραπέζης αὐτοῦ, καὶ τῆς εὐωχίας μεταδῷ αὐτῇ, οὕτω καὶ ὁ κύριος εὗρε τὴν ψυχὴν τετραυματισμένην καὶ πεπληγμένην καὶ ἔδωκεν αὐτῇ φάρμακον ἰατικόν, καὶ ἐξέδυσεν αὐτὴν τὰ ῥυπαρὰ ἐνδύματα καὶ τὴν αἰσχρότητα τῆς κακίας καὶ ἐνέδυσεν αὐτὴν ἐνδύματα βασιλικά, ἐπουράνια τῆς θεότητος, φωτεινὰ καὶ ἔνδοξα καὶ ἐπέθηκεν αὐτῇ στέφανον καὶ ἐποίησεν αὐτὴν κοινωνὸν τραπέζης βασιλικῆς τῆς ἑπουρανίου εἰς χαρὰν καὶ ἀγαλλίασιν.
7.11.3
Ὥσπερ ἵνα ᾖ παράδεισος καὶ ἵνα ᾖ ἐκεῖ δένδρα καρποφόρα, ὅλα εὐώδη, καὶ εἰσὶν ἐκεῖ τόποι πολλοὶ ἐπιτερπεῖς, ὅλοι ὡραῖοικαὶ πεπλήρωνται ἐκεῖ εὐωδίας καὶ ἀναπαύσεως, καὶ ὃς ἂν ἀπέλθῃ ἐκεῖ, εὐφραίνεται, ἀγαλλιᾶται καὶ ἀναπαύεται, οὕτω γίνονται καὶ αἱ ψυχαὶ ἐν τῇ βασιλείᾳ. ὅλοι εἰσὶν ἐν χαρᾷ καὶ εἰρήνῃ καὶ εὐφροσύνῃ, βασιλεῖς καὶ κύριοι καὶ θεοί. γέγραπται γάρ· «βασιλεὺς βασιλευόντων καὶ κύριος κυριευόντων».
7.11.4
Οὐκ ἔστιν οὖν τὸ τυχὸν Χριστιανισμός. «τὸ γὰρ μυστήριον τοῦτο μέγα ἐστίν». ἐπίγνωθι οὖν σου τὴν εὐγένειαν, ὅτι εἰς βασιλικὸν ἀξίωμα ἐκλήθης, γένος ἔκλεκτον, ἅγιον ἱεράτευμα. τὸ οὖν μυστήριον τοῦ Χριστιανισμοῦ ξένον ἐστὶ τοῦ κόσμου τούτου. ἡ γὰρ φαινομένη δόξα τοῦ βασιλέως καὶ ὁ πλοῦτος ἐπίγειός ἐστι, φθαρτὸς καὶ παρερχόμενος, ἐκείνη δὲ ἡ βασιλεία καὶ ὁ πλοῦτος πράγματά ἐστι θεῖα, πράγματα ἐπουράνια καὶ ἔνδοξα, μηδέποτε λυόμενα. συμβασιλεύουσι γὰρ τῷ ἐπουρανίῳ βασιλεῖ ἐν τῇ ἐπουρανίῳ ἐκκλησίᾳ· πρωτότοκος γὰρ αὐτὸς ἐκ νεκρῶν, καὶ αὐτοὶ πρωτότοκοι. βλέπετε οὖν ὑμῶν τὸ ἀξίωμα. Γαβριὴλ καὶ Μιχαὴλ πνεύματά εἰσιν ἐν περιγραφῇ ὄντα καὶ διακονοῦσι τοῖς ἁγίοις. «οὐχὶ πάντες, γάρ φησιν, εἰσὶ λειτουργικὰ πνεύματα εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν». οἱ δὲ Χριστιανοί, ὄντες ἔκλεκτοι καὶ δόκιμοι παρὰ θεῷ, παρ' ἑαυτοῖς εἰσιν ἀποδεδοκιμασμένοι, καὶ τοῦτο αὐτοῖς φυσικὸν καὶ πηκτόν ἐστι τὸ μηδὲν ἑαυτοὺς ἡγεῖσθαι.
7.12.1
Ἐρώτησις. Οὐκ οἴδασιν ὅτι ὃ οὐκ εἶχον ἐκτήσαντο καὶ ἔλαβόν τι ξένον τῆς φύσεως αὐτῶν καὶ ἐν προκοπῇ εἰσίν; Ἀπόκρισις. Ἐγώ σοι λέγω, ὅτι εἰσὶ δόκιμοι καὶ εἰσὶν ἐν προκοπῇ καὶ ὃ οὐκ εἶχον ἐκτήσαντο. ἀλλὰ τοὺς τοιούτους ἐν διακρίσει ὄντας αὐτὴ ἡ χάρις διδάσκει εἶναι τοιούτους φυσικῶς, τοῦ μὴ ἔχειν τιμίαν τὴν ψυχὴν αὐτῶν. ὄντες οὖν ἐν προκοπῇ εἰσι τίμιοι παρὰ θεῷ, καὶ παρ' ἑαυτοῖς οὔκ εἰσιν. εἰσὶν ἐν προκοπῇ καὶ γνώσει θεοῦ καὶ ὡς μηδὲν εἰδότες εἰσί, καὶ παρὰ θεῷ πλούσιοί εἰσι, καὶ παρ' ἑαυτοῖς πένητες. ὥσπερ γὰρ ὁ κύριος διὰ τῆς ταπεινοφροσύνης «μορφὴν δούλου λαβὼν» ἐνίκησε τὸν διάβολον, οὕτως ἐξ ἀρχῆς ὁ ὄφις διὰ τῆς ὑψηλοφροσύνης καὶ τυφώσεως κατέστρεψε τὸν Ἀδάμ. καὶ νῦν ὁ αὐτὸς ἐνδομυχῶν ὄφις ἐν ταῖς καρδίαις διὰ τῆς τυφώσεως καταβάλλει καὶ ἀπόλλει τὸ γένος τῶν Χριστιανῶν.
7.12.2
Ὥσπερ ἵνα ᾖ τις ἐλεύθερος καὶ εὐγενὴς κατὰ κόσμον καὶ ἔχῃ πλοῦτον καὶ προσοδευθῇ καὶ εἰσενέγκῃ καρπούς, αὐτὸς λοιπὸν ἀπονοεῖται καὶ θαρσεῖ ἑαυτῷ, καὶ ἀβάστακτός ἐστι, πάντας κολαφίζει, πάντας λακτίζει, οὕτως εἰσί τινες μὴ ἔχοντες διάκρισιν, μικράν τινα γὰρ ἀνάπαυσιν εὑρόντες καὶ εὐχὴν ἤρξαντο ἀπονοεῖσθαι καὶ τυφοῦσθαι καὶ κατακρίνειν, καὶ οὕτω καταπίπτουσιν «εἰς τὰ κατώτερα μέρη τῆς γῆς». ὁ γὰρ αὐτὸς ὄφις ὁ ἐκβαλὼν τὸν Ἀδὰμ διὰ τῆς ὑψηλοφροσύνης, ὁ εἰπὼν ὅτι ὡς θεοί, φησίν, ἔσεσθε, οὗτος αὐτὸς ὑποβάλλει ἐν ταῖς καρδίαις ὑψηλοφροσύνην·" 1τέλειος εἶ, ἀρκεῖ σοι
7.12.3
ἐπλούτησας, οὐ χρείαν ἔχεις μαθεῖν, μακάριος εἶ." 2 εἰσὶ δὲ ἄλλοι κατὰ κόσμον, οἵτινες ἔρχονται εἰς πλοῦτον καὶ προσοδεύονται καρποὺς πολλούς, καὶ οὗτοι διάκρισιν ἔχοντες κατέχουσιν ἑαυτοὺς καὶ οὐ καυχῶνται οὐδὲ ἐπαίρονται, ἀλλ' ἴσοι εἰσίν· οἴδασι γὰρ ὅτι μετὰ τὴν πρόσοδον ταύτην ἔρχεται αὐτοῖς ἀφορία. καὶ πάλιν ὅταν ἐμπέσωσιν εἰς ζημίαν καὶ ἀφορίαν οὐ λυποῦνται, ἀλλ' ἴσοι εἰσίν· οἴδασι γὰρ ὅτι διαδέχεται πάλιν ἡ εὐφορία. καὶ ἐν τούτοις ἐπὶ πολὺ γυμνασθέντες οὐ ξενίζονται οὔτε ἐν τῇ προσόδῳ καὶ εὐφορίᾳ τυφοῦνται, οὔτε ἐὰν ἐπέλθῃ αὐτοῖς ζημία, ξενίζονται.
7.12.4
Τὸ γὰρ πρᾶγμα τοῦ Χριστιανισμοῦ τοιοῦτον ἐστί· γεῦσις ἐστὶν ἀληθινή, βρῶσις καὶ πόσις, ἐξ ἀληθείας φαγεῖν ἐστι καὶ πιεῖν διὰ δυνάμεως καὶ ἐνεργείας. ὥσπερ ἵνα ᾖ πηγή, καὶ εἴ τις ἐκεῖ διψῶν ἄρχεται πίνειν, εἶτα ἐν τῷ μεταξὺ ἀποσπάσῃ τις καὶ μὴ δῷ ἐμπλησθῆναι ὅσον θέλει, λοιπὸν μᾶλλον ἐκκαίεται γευσάμενος τοῦ ἡδυτάτου πόματος, ὅτι οὐδεὶς αὐτῷ συνεχώρησεν ἐμπλησθῆναι καὶ ἐπιζητεῖ σπουδαιότερον, οὕτω καὶ εἰς τὸ πνευματικὸν γεύεταί τις καὶ μεταλαμβάνει τροφῆς ἐπουρανίου, εἶτα ἐν τῷ μεταξὺ ὑποστέλλει καὶ οὐ δίδωσιν αὐτῷ ἐμπλησθῆναι.
7.13.1
Ἐρώτησις. Διὰ τί οὐ δίδοται ἐμπλησθῆναι; Ἀπόκρισις. Ἐπίσταται ὁ κύριος τὴν ἀσθένειαν τοῦ ἀνθρώπου, ὅτι ταχέως ἐπαίρεται· διὰ τοῦτο ὑποστέλλει καὶ παραχωρεῖ γυμνασθῆναι καὶ θλιβῆναι τὸν ἄνθρωπον. εἰ γὰρ μικρὸν λαμβάνεις καὶ οὐδείς σε βαστάζει, ἀλλὰ τυφοῦσαι, πόσῳ μᾶλλον εἴ τις ἐδίδου σοι ἐμπλησθῆναι, οὐκ ἔφερέ σε οὐδείς. ἀλλὰ εἰδὼς ὁ θεὸς τὴν ἀσθένειάν σου οἰκονομεῖ σε εἰς θλίψεις, ἵνα ταπεινὸς γενήσῃ καὶ σπουδαιότερος τοῦ ἐπιζητεῖν τὸν θεόν.
7.13.2
Καὶ γὰρ κατὰ κόσμον λωτὸς εὑρὼν βαλάντιον χρυσοῦ, ἀπ' ἐλαφρίας ἤρξατο κηρύττειν·" 1εὗρον βαλάντιον, πλούσιός εἰμι." 2 τότε ἐκ τῆς φήμης ἤκουσεν ὁ ἀπολέσας καὶ ἀπέλαβε. καὶ πάλιν ἀπελθὼν ἄλλος πλούσιος ἀπενοήθη καὶ ἀπελάκτισεν, ἤρξατο πάντας ὑβρίζειν, ὑπεραίρεσθαί τινων, ὅθεν ἀκούσας ὁ βασιλεὺς ἐδήμευσεν αὐτοῦ τὰ ὑπάρχοντα. οὕτω καὶ εἰς τὸ πνευματικόν. μικρᾶς ἀναπαύσεως ἐὰν γεύσωνταί τινες, οὐκ οἴδασι διοικῆσαι, ἀλλὰ ἀπολλύουσι καὶ αὐτὸ ὃ ἔλαβον· πειράζει γὰρ αὐτοὺς ἡ ἁμαρτία καὶ σκοτοῖ αὐτῶν τὸν νοῦν.
7.14.1
Ἐρώτησις. Πῶς λέγει ὁ ἀπόστολος· «ἐὰν ἔχω πᾶσαν τὴν γνῶσιν καὶ πᾶσαν προφητείαν, καὶ ἐὰν ταῖς γλώσσαις τῶν ἀγγέλων λαλῶ, ἀγάπην δὲ μὴ ἔχω, οὐδέν εἰμι»; Ἀπόκρισις. Οὐχ οὕτως ὀφείλομεν νοεῖν, ὅτι οὐδέν ἐστιν, ἀλλὰ πρὸς ἐκείνην τὴν ἀγάπην, ἥτις ἐστὶ τελεία, ταῦτα μερικά ἐστι, καὶ ὁ ἐν τούτοις ὢν τοῖς μέτροις ἐὰν καταφρονήσῃ, συμβαίνει καὶ πίπτει, ὁ δὲ ἔχων τὴν ἀγάπην ἄπτωτός ἐστιν. ἐγὼ δέ σοι λέγω ἀνθρώπους, οὓς εἶδον, ὅτι εἰς ὅλα τὰ χαρίσματα γενόμενοι καὶ μέτοχοι πνεύματος, μὴ φθάσαντες δὲ εἰς τὴν τελείαν ἀγάπην, ἔπεσον.
7.14.2
Εἷς γάρ τις τῶν εὐγενῶν ἀποταξάμενος ἐπώλησεν αὐτοῦ τὰ ὑπάρχοντα, ἠλευθέρωσε δούλους, ὢν φρόνιμος καὶ συνετός. λοιπὸν ἦν περιβόητος ἐν πᾶσιν ἐπὶ σεμνῷ βίῳ. οὗτος ἐν τῷ μεταξὺ οἰηθεὶς περὶ ἑαυτοῦ καὶ τυφωθεὶς τέλος κατέπεσεν εἰς ἀσελγείας καὶ ῥυπαρίας καὶ μυρία κακά.
7.14.3
Ἄλλος ἐπὶ διωγμῷ ἔδωκεν ἑαυτοῦ τὸ σῶμα, καὶ ὢν ὁμολογητής, μετὰ ταῦτα εἰρήνης γενομένης ἀπελύθη καὶ ἦν ὀνομαστός, καὶ τὰ βλέφαρα αὐτοῦ βεβλαμμένα, ἐπειδὴ ἐκαπνίσθη. οὗτος λοιπὸν δοξαζόμενος καὶ καλούμενος εἰς τὰς εὐχάς, λαμβάνων ἐκ τῶν παρακειμένων σιτίων ἐδίδου τῷ παιδὶ αὐτοῦ, καὶ οὕτως ἦν ὁ νοῦς αὐτοῦ ὡς μηδέποτε ἀκούσας λόγον θεοῦ.
7.14.4
Ἄλλος ἔδωκε τὸ σῶμα αὐτοῦ ἐπὶ διωγμοὺς καὶ ἐκρεμάσθη, ἐξητάσθη, εἶτα ἐβλήθη εἰς φυλακήν. ὑπηρέτει δὲ αὐτῷ κατὰ πίστιν κανονική, ἥτις καὶ ποιήσασα συνήθειαν ἐν τῇ φυλακῇ,† ἐξέπεσεν εἰς πορνείαν.
7.14.5
Ἰδέ, ὁ πλούσιος πωλήσας αὐτοῦ τὰ ὑπάρχοντα, πῶς ἔπεσε, καὶ ὁ δοὺς τὸ σῶμα αὐτοῦ εἰς μαρτυρίαν.
7.14.6
Ἄλλος δέ τις φρόνιμος ἀσκητής, συνών μοι ἐν τῇ οἰκίᾳ καὶ μετ' ἐμοῦ εὐχόμενος, οὕτως ἦν πλούσιος ἐν τῇ χάριτι, ὅτι εὐχόμενος ἐγγύς μου κατενύγη, ὥστε με ἐκπλαγῆναι. ἔβρασε γὰρ εἰς αὐτὸν ἡ χάρις, ἐδόθη τε αὐτῷ τὸ χάρισμα τῶν ἰαμάτων καὶ οὐ μόνον τοὺς δαίμονας ἀπήλαυνεν, ἀλλὰ καὶ τοὺς δεδεμένους χεῖρας καὶ πόδας καὶ ἔχοντας πάθη δεινὰ διὰ τῆς ἐπιθέσεως τῶν χειρῶν ἐθεράπευεν. εἶτα ἀμελήσας καὶ δοξαζόμενος ὑπὸ τοῦ κόσμου καὶ συνηδόμενος
7.14.7
αὐτοῖς, ἐτυφώθη καὶ ἐξέπεσεν εἰς τὰ ἄδυτα καὶ βαθύτατα τῆς ἁμαρτίας. ἰδέ, καὶ ὁ ἔχων «χαρίσματα ἰαμάτων» ἔπεσεν. ὁρᾷς πῶς πρὸ τοῦ ἔρχεσθαι εἰς τὰ μέτρα τῆς ἀγάπης πίπτουσιν. ὁ γὰρ φθάσας εἰς τὴν ἀγάπην δέδεται καὶ μεμέθυσται, οὗτος καταπεπόντισται καὶ αἰχμάλωτός ἐστιν εἰς ἄλλον αἰῶνα τῆς θείας καὶ ἐπουρανίου φύσεως.
7.15.1
Ἐρώτησις. Τί ἐστιν «ἃ ὀφθαλμὸς οὐκ εἶδε καὶ οὖς οὐκ ἤκουσε καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ θεὸς τοῖς ἀγαπῶσιν αὐτόν»; Ἀπόκρισις. Κατ' ἐκεῖνον τὸν καιρὸν οἱ μεγάλοι καὶ δίκαιοι βασιλεῖς καὶ οἱ προφῆται, ὅτι μὲν ἔρχεται ὁ λυτρωτής, ᾔδεισαν ἐπὶ τῶν καιρῶν αὐτῶν, ὅτι δὲ πάσχει καὶ σταυροῦται καὶ αἷμα ἐκχεῖται ἐπὶ τοῦ σταυροῦ, οὔτε ᾔδεισαν οὔτε ἤκουσαν, οὔτε ἀνέβη ἐπὶ τὴν καρδίαν αὐτῶν ὅτι ἔστι βάπτισμα πυρὸς καὶ ἁγίου πνεύματος, καὶ ὅτι ἐν τῇ ἐκκλησίᾳ μέλλει προσφέρεσθαι ἄρτος καὶ οἶνος ἀντίτυπον τῆς σαρκὸς αὐτοῦ καὶ τοῦ αἵματος, καὶ οἱ μεταλαμβάνοντες ἐκ τοῦ φαινομένου ἄρτου τοῦ πνευματικοῦ τὴν σάρκα ἐσθίουσι, καὶ ὅτι οἱ ἀπόστολοι καὶ οἱ Χριστιανοὶ δέχονται τὸν παράκλητον καὶ ἐνδύονται δύναμιν ἐξ ὕψους καὶ πληροῦνται θεότητος, καὶ ὅτι συγκιρνῶνται αἱ ψυχαὶ τῶν ἁγίων τῷ ἁγίῳ πνεύματι. τοῦτο οὐκ ᾔδεισαν οἱ βασιλεῖς καὶ οἱ προφῆται οὔτε ἀνέβη αὐτῶν ἐπὶ τὴν καρδίαν. νῦν δὲ οἱ Χριστιανοὶ ἄλλως πλουτοῦσι καὶ καταποθοῦνται εἰς τὴν θεότητα, οἱ δὲ τοῦ θεοῦ δοῦλοι ὑπὸ φόβον εἰσὶ καὶ τρόμον, ἔχοντες τὴν παράκλησιν καὶ τὴν χαράν. Ἐρώτησις. Ὑπὸ ποῖον φόβον εἰσὶ καὶ τρόμον; Ἀπόκρισις. Τοῦ μὴ σφαλῆναι ἔν τινι, τοῦ συμφωνῆσαι, ὥσπερ ἵνα ᾖ τις ἔχων θησαυροὺς καὶ διοδεύῃ εἰς τόπους ληστρικούς, λοιπὸν χαίρει μὲν διὰ τὸν πλοῦτον καὶ τὸν θησαυρόν, ὑπὸ φόβον δέ ἐστι, μήπως ἐλθόντες οἱ λῃσταὶ συλήσωσιν αὐτὸν ὡς βαστάζοντα πλοῦτον ἄφατον καὶ ὡς βαστάζοντα εἰς τὰς χεῖρας τὸ αἷμα αὐτοῦ. οὕτως εἰσὶν οἱ Χριστιανοί.
7.16.2
Ἰδοὺ γὰρ ἐν τοῖς φαινομένοις πάντες ἀπεταξάμεθα καί ἐσμεν ξένοι καὶ ἀκτήμονες καὶ κοινωνίας σαρκικῆς ἐστερημένοι, λοιπὸν ἰδὲ τὸ σῶμα κεῖται εἰς εὐχὴν ὀφείλουσιν εἰπεῖν οἱ ἀδελφοί· ἆρα τῷ σώματι καὶ ὁ νοῦς συμφωνεῖ; ὥσπερ γὰρ ἐπὶ τὸ πλεῖστον οἱ τεχνῖται καὶ οἱ ἐργαστηριάρχαι ἔχουσι τὸ σῶμα ἀποδεδεμένον εἰς τὴν τέχνην, ὁμοίως καὶ τὸν νοῦν νυκτὸς καὶ ἡμέρας, οὕτω καὶ σὺ ἐπίσκεψαι σεαυτόν, ἔχων τὸ σῶμα ξένον, ἆρα ἔχεις καὶ τὸν νοῦν ἠλλοτριωμένον ἐκ τοῦ αἰῶνος τούτου, καὶ οὐ ῥέμβῃ εἰς τὸν κόσμον. καὶ γὰρ ἕκαστος κοσμικός, ἢ ὁ στρατιώτης ἢ ἔμπορος, ὅπου ἔχει τὸ σῶμα, ἐκεῖ ἔχει καὶ τὸν νοῦν ἀποδεδεμένον, καὶ ἐκεῖ ὁ αὐτοῦ ἐστι θησαυρός. «ὅπου γὰρ ὁ θησαυρός, ἐκεῖ ἔσται καὶ ἡ καρδία».
7.16.3
Λοιπὸν ὁ σὸς νοῦς εἰς ποῖον ἐστὶ θησαυρόν, ἆρα ὅλος δι' ὅλου πρὸς τὸν θεόν ἐστιν; εἰ δὲ οὐκ ἔστιν, ὀφείλετέ μοι εἰπεῖν, τί ἐστι τὸ ἐμποδίζον. ἢ ἀγνοεῖτε ὅτι πνεύματά εἰσι πονηρά; ὁ σατανᾶς γὰρ καὶ οἱ δαίμονες κατέχουσι τὸν νοῦν καὶ περισκελίζουσι τὴν ψυχήν. ὁ πολύμορφος διάβολος, ἔχων μάγγανα καὶ τρίθυρα καὶ ποικιλίαν πολλὴν κατέχει τὰς νομὰς τῆς ψυχῆς καὶ τοὺς λογισμοὺς καὶ οὐ ποιεῖ ὀρθῶς προσεύξασθαι καὶ προσεγγίσαι τῷ θεῷ. ἐπειδὴ αὐτὴ ἡ φύσις κοινωνική ἐστι πνευμάτων πονηρίας, ὁμοίως ἀγγέλων καὶ πνεύματος ἁγίου·
7.16.4
ναός ἐστι τοῦ σατανᾶ καὶ ἐὰν θέλῃ ναὸς γίνεται τοῦ ἁγίου πνεύματος. λοιπὸν ἐπισκέψασθε τὸν νοῦν ὑμῶν, ἀδελφοί, τίνος ἐστὲ κοινωνοί, ἀγγέλων ἢ δαιμόνων, τίνος ἐστὲ ναὸς ἢ οἰκητήριον, θεοῦ ἢ διαβόλου; ἡ καρδία ποίου θησαυροῦ μεμέστωται, τῆς χάριτος ἢ τοῦ σατανᾶ; ὥσπερ ἐὰν ᾖ οἰκία μεμεστωμένη δυσωδίας καὶ κοπριῶν, χρὴ αὐτὴν καθαρθῆναι καὶ κοσμηθῆναι καὶ πληρωθῆναι ἐκεῖ πάσης εὐωδίας καὶ θησαυρῶν· οὕτω χρὴ ἀντὶ τοῦ σατανᾶ ἅγιον πνεῦμα οἰκῆσαι καὶ ἐπαναπαυθῆναι εἰς τὰς ψυχὰς τῶν Χριστιανῶν.
7.16.5
Πλὴν οὐχ ἅπαξ ἀκούσας τις ἤδη γέγονε τοῦ ἀγαθοῦ μέρους. εἰ γὰρ ἅμα τῷ ἀκοῦσαι εὐθὺς ἐγίνετο τοῦ ἀγαθοῦ μέρους, οὐκέτι εἶχεν ἀγῶνας οὔτε καιροὺς πολέμων, ἀλλὰ ἀκαμάτως μόνον ἤκουσε καὶ ἦλθεν εἰς κατάπαυσιν καὶ τέλεια μέτρα. οὐχ οὕτως ἐστὶ τὰ πράγματα. περιαιρεῖς γὰρ τὸ θέλημα τοῦ ἀνθρώπου, τοῦτο λέγων, καὶ τὸν πόλεμον καὶ τὴν ἀντίπαλον δύναμιν οὐ λέγεις παλαίουσαν τῷ νῷ. ἡμεῖς δὲ τοῦτό φαμεν, ὅτι ὁ ἀκούων λόγον θεοῦ ἔρχεται εἰς κατάνυξιν, καὶ μετὰ τοῦτο ὑποστελλούσης τῆς χάριτος κατ' οἰκονομίαν πρὸς τὸ συμφέρον τῷ ἀνθρώπῳ ἔρχεται εἰς γυμνασίαν καὶ παιδείαν πολέμου καὶ ποιεῖ πάλην καὶ ἀγῶνα πρὸς τὸν σατανᾶν, καὶ μετὰ πολλοῦ δρόμου
7.16.6
καὶ ἀγῶνος τότε ἀποφέρεται τὰ νικητήρια καὶ γίνεται Χριστιανός. εἰ γάρ τις ἀκούσας ἀκαμάτως ἐγίνετο τοῦ ἀγαθοῦ, καὶ οἱ θεατρικοὶ καὶ οἱ πόρνοι πάντες ἂν ἐπόθουν ἀπελθεῖν εἰς τὴν βασιλείαν καὶ ζωήν. ἀλλ' οὐδεὶς αὐτοῖς δίδωσιν ἄνευ καμάτου καὶ ἀγῶνος τούτου τυχεῖν, ἐπειδὴ «στενή ἐστι καὶ τεθλιμμένη ἡ ὁδός» καὶ διὰ ταύτης τῆς τραχείας ὁδοῦ χρὴ διοδεῦσαι καὶ
7.16.7
ὑπομεῖναι καὶ θλιβῆναι, καὶ οὕτως εἰσελθεῖν εἰς τὴν ζωήν. εἰ γὰρ ἄνευ καμάτου ἦν κατορθῶσαι, οὐκέτι λίθος προσκόμματος καὶ πέτρα σκανδάλου ἦν ὁ Χριστιανισμός, οὐκέτι πίστις καὶ ἀπιστία. ποιεῖς δὲ λοιπὸν καὶ τὸν ἄνθρωπον τόνδε ἄτρεπτον εἰς τὸ ἀγαθόν, καὶ οὐ λέγεις λυτῆς αὐτὸν καὶ τρεπτῆς φύσεως· τρεπτὸν μὲν εἰς τὸ κακὸν καὶ εἰς τὸ ἀγαθόν. τῷ γὰρ δυναμένῳ τραπῆναι εἰς ἀμφότερα μέρη νόμος δίδοται, ἤγουν τῷ ἔχοντι ἐξουσίαν ποιῆσαι πόλεμον πρὸς τὴν ἐναντίαν δύναμιν. δετῇ γὰρ φύσει νόμος οὐκ ἔσται. οὔτε γὰρ ὁ ἥλιος ἢ ὁ οὐρανὸς ἢ ἡ γῆ νενομοθέτηνται, ἐπειδὴ τὰ κτίσματα δετῆς ἐστι φύσεως· ὅθεν οὔτε τιμῇ οὔτε κολάσει ὑπόκεινται. ἡ γὰρ τιμὴ καὶ ἡ δόξα ἡτοίμασται τῷ τρεπομένῳ εἰς τὸ ἀγαθόν. καὶ πάλιν ἡ γέεννα καὶ ἡ κόλασις ταύτῃ τῇ τρεπτῇ φύσει ἡτοίμασται, τῇ δυναμένῃ ἀποφυγεῖν τὸ κακὸν καὶ ῥέψαι εἰς τὸ ἀγαθὸν καὶ δεξιὸν μέρος. εἰ δὲ οὐ λέγεις αὐτὸν λυτῆς φύσεως, λοιπὸν τὸν ἀγαθὸν ἄνθρωπον οὐ ποιεῖς ἄξιον ἐπαίνου. ὁ γὰρ ἀπὸ φύσεως χρηστὸς οὐκ ἔστιν ἐπαίνου ἄξιος, εἰ καὶ ἐπιθυμητός. ἐκεῖνος γάρ ἐστιν ἐπαίνου ἄξιος ὁ ἰδίᾳ σπουδῇ μετὰ ἀγῶνος καὶ πάλης ἐπανελόμενος τὸ ἀγαθὸν ἐξ αὐτεξουσίου προαιρέσεως.
7.16.8
Ὥσπερ ἵνα ᾖ ἀκκία Περσῶν καὶ ἀκκία Ῥωμαίων, καὶ ἐξελθόντες ἐξ αὐτῶν πρῶτοι δύο νεανίσκοι ἰσοδύναμοι ποιήσωσι πάλην, οὕτως ἡ ἀντίπαλος δύναμις καὶ ὁ νοῦς ἔχουσι τὸ ἰσόρροπον κατ' ἀλλήλων καὶ τὴν ἰσοδυναμίαν.
7.16.9
Ἔχει ὁ σατανᾶς τὸ προτρέπεσθαι καὶ κολακεύειν τὴν ψυχὴν εἰς τὸ ἴδιον θέλημα, καὶ ἔχει ἡ ψυχὴ τὸ ἀντιλέγειν καὶ ἐν μηδενὶ αὐτοῦ ὑπακούειν. προτρεπτικαὶ γάρ εἰσιν ἀμφότεραι αἱ δυνάμεις, τοῦ τε κακοῦ καὶ τοῦ ἀγαθοῦ καὶ οὐκ ἀναγκαστικαί. καὶ τῇ τοιαύτῃ προαιρέσει δίδοται θεία δύναμις καὶ δύναται παλαίων λαβεῖν ὅπλα ἐξ οὐρανοῦ καὶ διὰ τοῦ ὅπλου ἐκριζῶσαι καὶ νικῆσαι τὴν ἁμαρτίαν. τὸ μὲν γὰρ ἀντιλέγειν τῇ ἁμαρτίᾳ δύναται ἡ ψυχή, τὸ δὲ ἐκριζῶσαι καὶ νικῆσαι ἄνευ θεοῦ οὐ δύναται. οἱ δὲ λέγοντες τὴν ἁμαρτίαν ὅτι ὥσπερ γίγας ἐστὶ γενναῖος, τὴν δὲ ψυχὴν ὡς παιδίον, κακῶς λέγουσιν. εἰ δὲ οὕτως ἐστὶ τὰ πράγματα ὅμοια, ὡς γίγας ἡ ἁμαρτία καὶ ὡς παιδίον ἡ ψυχή, ἀδίκως ὁ νομοθέτης νομοθετεῖ τῷ ἀνθρώπῳ ποιεῖν πόλεμον πρὸς τὸν σατανᾶν.
7.16.10
Ὁ θεμέλιος τῆς ὁδοῦ καὶ ἡ ὁδὸς ἄλλως ηὐτρέπισται, καὶ οἱ ἄνθρωποι ἀνοδίαις θέλουσιν ὁδεύειν καὶ οὐκ οἴδασιν ἐκτρεπόμενοι τῆς εὐθείας ὁδοῦ. οὗτος δέ ἐστιν ὁ θεμέλιος τὸ ἐν ὑπομονῇ πολλῇ, ἐν ἐλπίδι, ἐν ταπεινοφροσύνῃ, ἐν πτωχείᾳ πνεύματος καὶ ἐν πραότητι διοδεύειν τὴν ὁδὸν τῆς ζωῆς καὶ διὰ τούτων δύναταί τις κτήσασθαι τὴν δικαιοσύνην ἐν ἑαυτῷ· λέγομεν δὲ τὴν
7.16.11
δικαιοσύνην αὐτὸν τὸν κύριον. αἱ ἐντολαὶ τοῦ κυρίου ὥσπερ μίλιά ἐστι στήκοντα καὶ σημεῖα τῆς βασιλικῆς ὁδοῦ, ἀπαγούσης εἰς τὴν οὐράνιον πόλιν τοὺς διοδεύοντας. λέγει γάρ· «μακάριοι οἱ πραεῖς, μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, μακάριοι οἱ ἐλεήμονες, μακάριοι οἱ εἰρηνοποιοί, ὅτι αὐτοὶ υἱοὶ θεοῦ κληθήσονται». τοῦτον εἶπε Χριστιανὸν εἶναι. εἰ δέ τις ἐν ταύτῃ τῇ ὁδῷ οὐ διοδεύει, ἀνοδίᾳ περιπατεῖ καὶ κακῷ θεμελίῳ κέχρηται.
7.17.1
Ἐρώτησις. Πῶς δύναται εἶναι πτωχὸς τῷ πνεύματι, μάλιστα ὅταν αἴσθηται ἐν ἑαυτῷ ὅτι μετεβλήθη καὶ προέκοψεν καὶ ἦλθεν εἰς γνῶσιν καὶ αὔξησιν, ἣν τὸ πρὶν οὐκ εἶχεν; Ἀπόκρισις. Ἕως ἔτι πάντα τις κτᾶται καὶ προκόπτει, οὐκ ἔστι «πτωχὸς τῷ πνεύματι», ἀλλὰ οἴεται περὶ ἑαυτοῦ. ὅταν δὲ ἔλθῃ εἰς τοιαύτην σύνεσιν καὶ προκοπήν, αὐτὴ ἡ χάρις διδάσκει αὐτὸν πτωχὸν εἶναι τῷ πνεύματι.
7.17.2
Ἐρώτησις. Τί δέ ἐστιν ἑρμηνεία τοῦ εἶναι «πτωχὸν τῷ πνεύματι»; Ἀπόκρισις. Τὸ ὄντα τινὰ δίκαιον καὶ ἐκλεκτὸν θεοῦ μὴ ἡγεῖσθαι ἑαυτὸν τίμιον, ἀλλ' ἔχειν τὴν ψυχὴν αὐτοῦ ἀναξίαν καὶ ἐξουδενωμένην καὶ μηδὲν εἰδότα μηδὲ ἔχοντα. τοῦτο δὲ ὡς φυσικὸν καὶ πηκτὸν γίνεται ἐν τῷ νῷ τοῦ ἀνθρώπου. οὐχ ὁρᾷς ὅτι ὁ προπάτωρ ἡμῶν Ἀβραὰμ ἐκλεκτὸς ὢν γῆν ἑαυτὸν ἐποίησε καὶ σποδόν, καὶ ὁ Δαβὶδ χρισθεὶς εἰς βασιλέα καὶ τὸν θεὸν μετ' αὐτοῦ ἔχων λέγει· «σκώληξ εἰμὶ καὶ οὐκ ἄνθρωπος, ὄνειδος ἀνθρώπων καὶ ἐξουθένημα λαοῦ».
7.17.3
Οἱ οὖν θέλοντες τούτων εἶναι συγκληρόνομοι καὶ συμπολῖται τῆς πόλεως τῆς ἐπουρανίου καὶ συνδοξασθῆναι αὐτοῖς ταύτην ὀφείλουσιν ἔχειν τὴν ταπεινοφροσύνην καὶ μὴ οἴεσθαι ἐν ἑαυτοῖς εἶναί τι, ἀλλ' ἔχειν συντετριμμένην τὴν καρδίαν. εἰ γὰρ καὶ διαφόρως εἰς ἕκαστον τῶν Χριστιανῶν ἐνεργεῖ ἡ χάρις καὶ διαφορά ἐστι μεγάλη, ὅμως δὲ μιᾶς πόλεως εἰσὶν οἱ πάντες· ὁμόψυχοι, ὁμόγλωττοι ἐπιγινώσκουσιν ἀλλήλους. ὥσπερ μέλη πολλὰ ἐν ἑνὶ σώματι, μία δὲ ψυχὴ ἐν πᾶσιν ἡ κινοῦσα, οὕτως ἓν πνεῦμα ἐνεργεῖ εἰς πάντας διαφόρως, μιᾶς δέ εἰσι
7.17.4
πόλεως, μιᾶς γλώττης. πάντες γὰρ οἱ δίκαιοι τὴν στενὴν καὶ τεθλιμμένην ὁδὸν διώδευσαν διωκόμενοι, «κακουχούμενοι», «ἐν αἰγείοις δέρμασιν», «ἐν σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς». ὁμοίως δὲ οἱ ἀπόστολοι· «ἕως τῆς ἄρτι ὥρας καὶ πεινῶμεν καὶ διψῶμεν καὶ γυμνητεύομεν καὶ ὀνειδιζόμεθα καὶ ἀστατοῦμεν». ὧν οἱ μὲν ἀπεκεφαλίσθησαν, οἱ δὲ ἐσταυρώθησαν, ἄλλοι διαφόρως ἐλιθοβολήθησαν. αὐτὸς δὲ ὁ δεσπότης προφητῶν καὶ ἀποστόλων ὥσπερ ἐπιλαθόμενος τῆς θεϊκῆς δόξης πῶς διώδευσε, τύπος ἡμῶν γενόμενος δι' ὕβρεων καὶ ἀκάνθινον στέφανον ἐπὶ τὴν κεφαλὴν αὐτοῦ ἐπέθηκαν, ἐμπτύσματα ἐπήγαγον, ῥαπίσματα, σταυρόν.
7.17.5
Εἰ ὁ θεὸς οὕτως διώδευσε τύπον σοι δεικνύς, ὀφείλεις καὶ σὺ μιμητὴς αὐτοῦ γενέσθαι. καὶ γὰρ οἱ ἀπόστολοι καὶ προφῆται οὕτως διώδευσαν, καὶ ἡμεῖς, εἰ θέλομεν τῷ θεμελίῳ τοῦ κυρίου καὶ τῶν ἀποστόλων ἐποικοδομηθῆναι, ὀφείλομεν μιμηταὶ αὐτῶν γενέσθαι. λέγει γὰρ ὁ ἀπόστολος Παῦλος ἐν πνεύματι ἁγίῳ. «μιμηταί μου γίνεσθε, ἀδελφοί, καθὼς κἀγὼ Χριστοῦ». εἰ δὲ ἀγαπᾷς δόξαν ἀνθρώπων καὶ προσκυνεῖσθαι θέλεις καὶ ἀνάπαυσιν ζητεῖς, ἐξετράπης τῆς ὁδοῦ τοῦ κυρίου. χρὴ γάρ σε συσταυρωθῆναι τῷ σταυρωθέντι, συνταφῆναι τῷ παθόντι, ἵν' οὕτω συνδοξασθῇς τῷ δοξασθέντι. ἀνάγκη γὰρ τὴν νύμφην συμπαθεῖν τῷ νυμφίῳ καὶ οὕτως γενέσθαι κοινωνὸν καὶ συγκληρονόμον τῷ νυμφίῳ. οὐκ ἐγχωρεῖ γὰρ ἄνευ παθημάτων καὶ τῆς τραχείας ὁδοῦ καὶ τῆς στενῆς καὶ τεθλιμμένης εἰσελθεῖν τινα εἰς τὴν πόλιν τῶν ἁγίων καὶ ἀναπαυθῆναι καὶ συμβασιλεῦσαι τῷ βασιλεῖ Χριστῷ εἰς τοὺς ἀπεράντους αἰῶνας. Ἀμήν.
7.18.1
Οὐκ ὀφείλουσιν οἱ Χριστιανοὶ ἀσχολῆσαι τὸν νοῦν αὐτῶν μόνον εἰς τὴν εὐχήν, ἀλλὰ καὶ εἰς ἕκαστα κατορθώματα· οἷον κολάσαι ὀφείλουσι πλεονεξίαν, φιλαργυρίαν, γαστριμαργίαν, θυμόν, ὑπερηφανίαν, δόλον καὶ ἄλλα πολλὰ ἀκόλουθα τούτοις. οἱ πρὸς τούτων τῶν ὀλίγων σπουδάζοντες πρὸς ἕκαστα πάθη ἀντιστῆναι, ἀποστραφῆναι, μισῆσαι, γενναίως ὀργισθῆναι τῷ θελήματι κερδαίνουσι χιλιάδαςδιὰ ταῦτα οὖν προκόπτουσιν οἱ προκόπτοντες. ἐὰν τῷ νοῒ κρίνῃ τις πολεμεῖν τοῖς πάθεσι τοῖς προειρημένοις, εὐθέως ἀντιλαμβάνεται αὐτοῦ ὁ κύριος.
7.18.2
Ὁ καταβαίνων εἰς πόλεμον ὀφείλει θαρσηρὰν ἔχειν ψυχήν, καὶ εὐθέως τομῶς ἢ ταχέως ἐπιτυγχάνει. δεῖ δέ φησι τὸ ὅπλον, ὃ ὀφείλει δοθῆναι ἀνδρὶ πολεμιστῇ, ἐν παντὶ γενναῖον εἶναι, ὥστε πάσας τὰς ἡδονὰς καταπατῆσαι καὶ τὰ πάθη τοιούτῳ ἀνδρὶ ἐπιτηδεύει τὸ ὅπλον ταύτῃ τῇ ὁδῷ διοδεῦσαι ὀφείλεις, ἀποστραφεὶς φιλαργυρίαν, δόξαν, γαστριμαργίαν, ἀργίαν, μῖσος, τῦφον τοιούτου ἀνδρὸς χρῄζει τὸ ὅπλον. τότε εἰσβαίνει εἰς τὴν πόλιν τῶν ἁγίων. εἰ ᾔδειμεν ὅτι ἐν τοσαύτῃ ἀναλογίᾳ κατὰ τὸν κανόνα ἑκάστου ἡ τιμὴ ἀποδίδοται, ἡμεῖς οὐκ ἂν ἐκάμνομεν εἰ ᾔδειμεν ὅτι οὕτως ἐστὶ παραδοῦναι ἑαυτοὺς εἰς θάνατον, οὐκ ἂν ἐφεισάμεθα οὐδὲ ἀσχολῆσαι ἠνεσχόμεθα τὸν νοῦν εἰς τὸν αἰῶνα τοῦτον καὶ χαυνοῦν εἰς τὰ πάθη.
7.18.3
Βλέπε, ψυχή, ποῦ εἶ, μετὰ τοῦ ἐπουρανίου νυμφίου Χριστοῦ ἢ μετὰ τοῦ σατανᾶ τοῦ βουλομένου ἀφανίζειν τὸ γένος τῶν ἀνθρώπων. τὸ σῶμα τοῦ ἀνθρώπου ναός ἐστι τοῦ θεοῦ, καὶ εἴ τις αὐτὸ φθείρει, ὁ κύριος τὸν φθείραντα αὐτὸ φθερεῖ. καὶ ἡ καρδία τοῦ ἀνθρώπου θυσιαστήριον ἐστὶ τοῦ ἁγίου πνεύματος, καὶ εἰ μή ἐστι καθαρὸν καὶ ἅγιον τὸ θυσιαστήριον, ἐκτὸς ἐπιθυμίας καὶ μίσους καὶ ὀργῆς καὶ θυμοῦ, ἀφίησιν ὁ κύριος τὸ θυσιαστήριον καὶ ἐξέρχεται. μετὰ τοῦ ναοῦ τοῦ κυρίου καὶ τὸ θυσιαστήριον ἁγιάσωμεν, ἵνα λάμψῃ ἡ λαμπὰς ἡμῶν καὶ εἰσέλθωμεν εἰς τὸν αὐτοῦ νυμφῶνα. καλόν ἐστιν ἁγιάσαι ἡμᾶς τὸν ἔξω ἄνθρωπον, ἵνα μὴ φθείρῃ ἡμᾶς ὁ κύριος ἐν τῇ ἡμέρα τῆς κρίσεως. καλὸν δὲ ἔστι καὶ τὸ ἁγιάσαι τὸ θυσιαστήριον μετὰ τοῦ ναοῦ, ἵνα εἰσέλθωμεν εἰς τὸν νυμφῶνα αὐτοῦ καὶ ἴδωμεν αὐτόν. ὁ γὰρ ἁγιάζων τὸν ἔξω ἄνθρωπον μόνον ἀπελεύθερός ἐστι καὶ οὐ δύναται κληρονομῆσαι τὴν βασιλείαν· τὰ τέκνα τοῦ θεοῦ κληρονομεῖ τὴν βασιλείαν. ἀρθήτω ἀφ' ἡμῶν ἡ ἐπιθυμία καὶ ἡ πονηρία, ἵνα εἰσέλθωμεν εἰς τὸν νυμφῶνα. εἰ ἔστιν ἡμῖν ἐπιθυμία ἢ μῖσος ἢ ὑψηλοφροσύνη, ἐκ τοῦ πονηροῦ ἐστι, ταῦτα ὅπλα ἐστὶ τοῦ σκότους, καὶ ἐν ἐκείνῳ τῷ σκότει οὐ φαίνεται ὁ νυμφών, καὶ οὐδεὶς δύναται ἐν τῷ σκότει εἰσελθεῖν εἰς αὐτόν.
7.18.4
Ἀποστρέψωμεν ἐκ τῆς καρδίας ἡμῶν τὸ ὂν ἐν αὐτῇ σκότος, ἵνα λάμψῃ ἡ λαμπὰς ἡμῶν καὶ εἰσέλθωμεν εἰς τὸν νυμφῶνα. ζητήσωμεν διαπαντὸς τὸν νυμφίον καὶ τὸ πρόσωπον αὐτοῦ, ἵνα φανῇ ἡ λαμπὰς ἡμῶν καὶ εἰσέλθωμεν εἰς τὸν νυμφῶνα. εἰσὶν ἐν ἡμῖν καρποὶ ἀγάπης ἐκ καθαρᾶς καρδίας, οὗτοί εἰσιν ὅπλα τοῦ κυρίου, ὅ ἐστιν ἡ λαμπάς. ταύτῃ τῇ λαμπάδι ὁρῶμεν τὸν νυμφῶνα ἐκείνου τοῦ νυμφίου καὶ εἰ μὴ αὐτὸς λάμψῃ ἐν ταῖς καρδίαις ἡμῶν, ὅς ἐστι λαμπὰς καὶ φῶς, καὶ φωτίσῃ ἐν τῷ φωτί, εἰσελθεῖν εἰς τὸν νυμφῶνα καὶ ἰδεῖν αὐτὸν οὐ δυνάμεθα. τοὺς καρποὺς τοῦ σατανᾶ ἀπωσώμεθα ἐκ τῆς καρδίας ἡμῶν, ἵνα λάμψῃ ἡ λαμπὰς ἡμῶν καὶ ἐν αὐτῇ ἴδωμεν τὸν νυμφίον ἐν τοῖς τῆς καρδίας ἡμῶν ὀφθαλμοῖς. ὁ πονηρὸς δεικνύει ἡμῖν κοινὸν καὶ ἀκάθαρτον φῶς,
7.18.5
καὶ οὕτως ὁρῶμεν, ὅτι ὁ πονηρὸς κοινὸς καὶ ἀκάθαρτός ἐστι. καθαρίσωμεν οὖν ἑαυτοὺς ἐκ τῆς ἀκαθαρσίας τοῦ πονηροῦ, ἵνα ἐν τῇ λαμπάδι γενόμενοι πάντας ἀνθρώπους ὁρῶμεν καθαρούς. φωτιζέσθω τοίνυν τὸ σκότος ἡμῶν τῷ φωτὶ τοῦ σωτῆρος, ἵνα πάντα ἄνθρωπον καθαρὸν ἴδωμεν καὶ τὸν μὴ ὄντα καθαρόν. ἀποπλύνωμεν τοῖς δάκρυσι τὸ σκότος ἡμῶν καὶ ταῖς εὐχαῖς ἐκμάξωμεν καὶ τῇ πρὸς πάντας ἀγάπῃ, ἵνα ἴδωμεν ἁπάντας καθαρούς. πάντα καθαρά ἐστι τῷ καθαρῷ καὶ ἅγια καὶ τὰ μὴ ὄντα ἅγια. ἡ γὰρ καρδία αὐτοῦ πέπλυται καὶ ἔλαμψεν ἡ λαμπὰς αὐτοῦ ἐν τῷ λάμψαντι ἐν αὐτῷ φωτί.
7.18.6
Μετάστησον ἡμᾶς, κύριε, ἐκ τοῦ σκότους εἰς τὸ φῶς, πρὶν ἀπέλθωμεν καὶ οὐκέτι οὐ μὴ ὦμεν. εἰ ἐσπιλωμένοι εἰσὶν οἱ τῆς καρδίας ἡμῶν πόδες φθόνῳ ἢ μίσει ἢ ὀργῇ ἢ θυμῷ, τούτοις οὐ δυνάμεθα εἰσελθεῖν εἰς τὸν νυμφῶνα καὶ ἔξω μενοῦμεν. πέμψει ἐν ἡμῖν ὁ κύριος τὸ φῶς αὐτοῦ καὶ παραμυθήσεται ἡμᾶς τῇ ἀγάπῃ αὐτοῦ καὶ ταπεινώσει τῇ ἐπὶ πάντων. εἰ τοὺς τῆς καρδίας πόδας καταμάξωμεν τῇ ταπεινώσει καὶ μετὰ πάντων εἰρηνευθείημεν καὶ πάντας ἀγαθοποιήσωμεν, φεύξεται τὸ σκότος ἡμῶν τῷ φωτὶ τῆς λαμπάδος ἡμῶν, καὶ ἐν αὐτῇ ὀφθήσεται ὁ νυμφὼν τοῦ νυμφίου καὶ ἡμῶν μὴ κρουόντων ἀφ' ἑαυτοῦ ἀνοιγήσεται, καὶ εἰς ἀπάντησιν ἡμῖν ἐλεύσεται καὶ εἰσάξει εἰς μέσον αὐτοῦ. τῇ ἀγάπῃ καὶ τῇ ταπεινώσει εἰσέλθωμεν εἰς τὸν νυμφῶνα καὶ τῇ καθαρᾷ καρδίᾳ ἴδωμεν τὸν νυμφίον. εἰ τὰ χείλη τῆς καρδίας ἡμῶν λαλεῖ ὑψηλοφροσύνην καὶ λέγει τούτῳ·" 1μὴ προσεγγίσῃ τὰ ἱμάτιά μου" 2, ἄνθρωπος γάρ ἐστι κοινὸς καὶ ἀκάθαρτος καὶ ἄνομος, ἐν τούτοις οὐκ ἀφίησιν ὁ νυμφίος ἐκεῖνον εἰσελθεῖν τὸν ὑψηλόφρονα οὐδὲ δοξάσει αὐτόν, καὶ οὐ δύναται εἰς τὸν νυμφῶνα εἰσελθεῖν μετ' ἐκείνου
7.18.7
τοῦ ταπεινοῦ. ἐπὶ πάντων ἑαυτοὺς ταπεινώσωμεν καὶ μετὰ πάντων εἰρηνεύσωμεν, ἵνα ἴδωμεν ἐκεῖνον τὸν νυμφίον, οὐ τὸ εἶδος τίμιον καὶ ταπεινόν. εἰ τὰ χείλη τῆς καρδίας ἡμῶν λαλεῖ τὰ καλὰ περὶ πάντων, ἐν τούτοις δοξάσωμεν τὸν κύριον τῆς δόξης τῷ φωτί. εἰ πεπλήρωται τὸ στόμα καὶ τὰ χείλη τῆς καρδίας ἡμῶν καὶ ἐν αὐτῇ καθορᾶται ὁ νυμφὼν τοῦ νυμφίου καὶ τὴν θύραν ἡμῖν ἀνοίγει καὶ εἰς ἀπάντησιν ἡμῶν ἔρχεται. μὴ γνῶμεν τὴν πονηρίαν, ἵνα ἀναφθῇ ἡ λαμπὰς ἡμῶν καὶ εἰσέλθωμεν εἰς τὸν νυμφῶνα καὶ ἴδωμεν τὸν
7.18.8
νυμφίον. εἰ ἐσπίλωται ἡ χεὶρ τῆς καρδίας ἡμῶν τοῖς κακοῖς, οἷς ὁ πολέμιος παλαίει ἐν τῷ σκότει, τὴν θύραν τοῦ νυμφῶνος ἀνοῖξαι οὐ δύναται, καὶ εἰ μὴ ἀποπλύνηται τοῖς δάκρυσι καὶ τῇ πρὸς πάντας ἀγάπῃ, ἀνοῖξαι τὴν θύραν τοῦ νυμφῶνος καὶ εἰσελθεῖν εἰς τὸν νυμφῶνα πρὸς τὸν νυμφίον οὐ δύνασθε. τοῖς δάκρυσι τῆς εὐχῆς τὴν καρδίαν καθάρωμεν, ἵνα τὴν θύραν τοῦ νυμφῶνος ἀνοίξωμεν καὶ εἰσέλθωμεν εἰς αὐτόν. εἰ τῇ ἐπιθυμίᾳ σέσηπται ἡ καρδία τινός, ὁ πονηρὸς ἀλλοιοποιεῖ τὴν καρδίαν καὶ τοὺς ὀφθαλμοὺς τῆς καρδίας αὐτὸς ἀμαυροῖ τῇ ἀκαθαρσίᾳ καὶ σβεννύει τὴν λαμπάδα αὐτοῦ τοῦ φωτός. καὶ ἐὰν μὴ ἀποπλύνῃ τοὺς ὀφθαλμοὺς τῆς καρδίας αὐτοῦ ἐκ τῆς ἐπιθυμίας, ἐν τῷ σκότει
7.18.9
μένει καὶ ἐστέρηται τοῦ φωτός. ἡ καρδία ἡμῶν ἤτω παρθένος καὶ καθαρὰ καὶ ἁγία, ἵνα ἴδωμεν ἐκεῖνον, οὗ ἡ καρδία ἐστι παρθένος καὶ ἁγία. εἰ δέ τις ταπεινοῦται ἐπὶ πάντων καὶ πάντας ἀγαπᾷ καὶ ἀγαθοποιεῖ, λάμψει ἐν τῇ καρδίᾳ αὐτοῦ ὁ κύριος καὶ φωτίσει αὐτὸν καὶ ἐν ἐκείνῃ τῇ λαμπάδι τοῦ φωτὸς ἀπελεύσεται εἰς τὸν νυμφῶνα καὶ εἰσελεύσεται καὶ ὄψεται τὸν νυμφίον καὶ συναριστήσει, καὶ ὁ νυμφίος συναριστήσει αὐτῷ. τὰ καλὰ ἐργαζέσθω ἡμῶν
7.18.10
ἡ καρδία πρὸς πάντας, ἵνα τῇ καθαρᾷ καρδίᾳ ἡμῶν ἴδωμεν τὸν νυμφίον. εἰ δέ τις ἐπαίρεται κατά τινος ὄντος ἐπὶ τῆς γῆς καί τινα τὸν ἐν αὐτῇ ὄντα μισεῖ, ὁ πονηρὸς ἀμαυροῖ τὴν καρδίαν αὐτοῦ ἐν τῷ σκότει καὶ ἐν ἐκείνῃ τῇ λαμπάδι τῆς σκοτίας ἀτενίσαι ἐκείνῳ τῷ φωτὶ τοῦ νυμφίου οὐ δύναται οὐδὲ τῇ δόξῃ πάντων τῶν ἁγίων αὐτοῦ ἡ καρδία ἡμῶν παρθένος ἤτω καὶ ἁγία, ἵνα ἴδωμεν τὸν νυμφίον, οὗ ἡ καρδία ἐστὶ παρθένος καὶ ἁγία. 8. τ. 1 ΛΟΓΟΣ Ηʹ.