Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Search
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Macarius of Egypt
Sermones 64
64 8.1.1
Choose a text More by Macarius of Egypt
Share
Study
Versions & appearance
Versions · Aa
Share
Study
Data
Pg Scrape Grc
8.1.1
Καλόν ἐστιν ἡ νηστεία καὶ ἡ ἀγρυπνία καὶ ἡ ξενιτεία, ἀλλὰ ταῦτα πολιτείας μὲν ἀκμήν ἐστιν ἀγαθῆς, πλὴν ἡ τάξις τῶν Χριστιανῶν ἐσωτέρα ἐστὶ τούτων καὶ οὐκ ὀφείλει τις ἐν τούτοις τὴν πεποίθησιν ἔχειν. συμβαίνει δὲ ὅτι εἰσί τινες καὶ χάριτος μέτοχοι καὶ ἡ κακία ἔτι ἔσω οὖσα τεχνάζεται καὶ παραχωρεῖ ἑκοῦσα καὶ οὐκ ἐνεργεῖ, ἀλλὰ ποιεῖ νομίσαι τὸν ἄνθρωπον, ὅτι ἐκαθαρίσθη ὁ νοῦς αὐτοῦ, καὶ λοιπὸν φέρει τὸν ἄνθρωπον εἰς οἴησιν ὅτι· τέλειος εἶ Χριστιανός. καὶ μετὰ ταῦτα ἐπὰν νομίσῃ ὁ ἄνθρωπος, ὅτι ἐλεύθερός ἐστι καὶ ἀμεριμνήσῃ, τότε λῃστρικῷ τρόπῳ ἐπέρχεται αὐτῷ ἡ κακία ἔγκρυμμα ποιοῦσα καὶ πειράζει
8.1.2
αὐτὸν καὶ καταφέρει εἰς τὰ κατώτατα τῆς γῆς. εἰ γὰρ οἱ ἄνθρωποι εἴκοσι ἐτῶν ὄντες λῃσταὶ ἢ στρατιῶται κατὰ πολεμίων οἴδασι τεχνάζεσθαι καὶ ὑποκαθέζονται καὶ ποιοῦσιν ἔγκρυμμα καὶ λαμβάνουσι τὰ νῶτα τῶν ἐχθρῶν καὶ περικυκλοῦντες αὐτοὺς ἀθρόως ἀποκτένουσι, πόσῳ μᾶλλον ἡ κακία οὖσα τοσούτων χιλιάδων ἐτῶν καὶ τοῦτο ἔργον ἔχουσα τὸ πῶς ἀπολέσει τὰς ψυχάς, οἶδεν ἔγκρυμμα ποιεῖν ἐν τῇ καρδίᾳ καὶ κατὰ καιρούς τινας μὴ ἐνεργεῖν, ἵνα ἐνέγκῃ τὴν ψυχὴν εἰς οἴησιν τελειότητος;
8.1.3
Ὁ δὲ θεμέλιος τοῦ Χριστιανισμοῦ οὗτός ἐστιν, ἵνα ὅσας ἐὰν ποιήσῃ τις δικαιοσύνας, μὴ ἐπαναπαυθῇ αὐταῖς μηδὲ ἔχῃ αὐτὰς μεγάλας, ἀλλ' ἵνα ᾖ πτωχὸς «τῷ πνεύματι», καὶ ἐὰν γένηται μέτοχος χάριτος, μὴ νομίσῃ ἑαυτὸν «κατειληφέναι» καὶ οἰηθῇ εἶναί τι καὶ ἄρξηται διδάσκειν, ἀλλ' ἵνα ὢν ἐν καλαῖς πολιτείαις, νηστεύων, ξενιτεύων, ἀγρυπνῶν, εὐχόμενος, μέτοχος ὢν χάριτος μὴ ἡγήσηται ἑαυτὸν τί εἶναι, ἀλλ' ἵνα ἔχῃ ἐξουδενωμένον ἑαυτὸν καὶ μὴ ἡγήσηται τὴν ψυχὴν αὐτοῦ τιμίαν, ἀλλὰ τότε μάλιστα, ὅταν ἀρχὴ χάριτος γένηται αὐτῷ, ἵνα ἔχῃ τὸν πόνον, τὴν δίψαν καὶ τὴν πεῖναν, ἵνα μὴ ᾖ κεκορεσμένος καὶ μὴ ἔχῃ ἑαυτὸν δίκαιον ἢ πλούσιον ἐν χάριτι, ἀλλ' ἵνα ᾖ πενθῶν καὶ δακρύων.
8.1.4
Ὃν τρόπον ἵνα ᾖ μήτηρ καὶ ἔχῃ υἱὸν μονογενῆ καὶ παιδεύσῃ αὐτόν, καὶ ὅταν γένηται ἀνὴρ καὶ συμβῇ αὐτὸν ἀποθανεῖν, λοιπὸν ὅσοι ἂν ὦσιν παραμυθούμενοι τὴν μητέρα, μᾶλλον ἐπεγείρουσιν αὐτῇ τὸ πένθος καὶ ἀπαραμύθητός ἐστιν· οὕτως χρὴ κλαίειν καὶ τὸν Χριστιανὸν τὴν πτῶσιν αὐτοῦ, ἵνα ἔχῃ τὸ πένθος ἄπαυστον καὶ ἀδιάλειπτον δάκρυον· πρὸ πάντων, ἵνα ἔχῃ συντετριμμένην καρδίαν.
8.1.5
Ὥσπερ δὲ ἵνα ᾖ οἶκος βασιλικὸς καὶ παλάτιον βασιλέως καὶ ἔχῃ διαίτας πολλὰς καὶ αὐλὰς διαφόρους καὶ πρόθυρα πολλά, οἴκους καὶ κουβούκλια πολλὰ καὶ ἐσωτέρους οἴκους, ὅπου μένει ὁ βασιλεὺς καὶ ἡ πορφύρα καὶ οἱ θησαυροὶ αὐτοῦ ἀπόκεινται· λοιπὸν ὁ εἰσερχόμενος εἰς τὰς ἐξωτέρας αὐλὰς ἢ διαίτας μὴ νομίσῃ, ὅτι ἤδη εἰς τοὺς ἐσωτέρους οἴκους εἰσῆλθεν, ὅπου ἡ δόξα τοῦ βασιλέως καὶ ἡ πορφύρα καὶ οἱ θησαυροί. οὕτω καὶ εἰς τὸ πνευματικόν· οἱ νηστεύοντες καὶ οἱ ἀγρυπνοῦντες ἢ ψάλλοντες ἢ εὐχόμενοι μὴ νομίσωσιν, ὅτι ἤδη εἰσῆλθον εἰς τὴν κατάπαυσιν, ὧδε ἀκμὴν εἰς τὰ πρόθυρα καὶ εἰς τὰς αὐλὰς εἰσέρχονται,
8.1.6
οὐχὶ ὅπου ἡ πορφύρα καὶ οἱ θησαυροί· ἐκεῖ γὰρ ἀκμὴν οὐκ εἰσῆλθον. οὐκ ὀφείλουσιν οὖν οἱ ἀδελφοὶ τῇ ἔξωθεν πολιτείᾳ θαρσεῖν καὶ λέγειν, ὅτι ἐσμέν τινες. εἰ δὲ καὶ μέτοχος χάριτος γένηταί τις, οὐκ ὀφείλει οἰηθῆναι ὡς καταλαβὼν ἢ γενόμενος ἐγγύτατος βασιλέως· ἀκμὴν γὰρ εἰς τοὺς ἐξωτέρους οἴκους διακινεῖ.

Intertext edge

Open linked passage

Note