Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Sermones 64
Macarius of Egypt64 8 · pg-scrape-grcMore by Macarius of Egypt
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/macarius-of-egypt" aria-label="More works by Macarius of Egypt"> —
⋯
More
Original / primary: Pg Scrape Grc
8.1.1
Καλόν ἐστιν ἡ νηστεία καὶ ἡ ἀγρυπνία καὶ ἡ ξενιτεία, ἀλλὰ ταῦτα πολιτείας μὲν ἀκμήν ἐστιν ἀγαθῆς, πλὴν ἡ τάξις τῶν Χριστιανῶν ἐσωτέρα ἐστὶ τούτων καὶ οὐκ ὀφείλει τις ἐν τούτοις τὴν πεποίθησιν ἔχειν. συμβαίνει δὲ ὅτι εἰσί τινες καὶ χάριτος μέτοχοι καὶ ἡ κακία ἔτι ἔσω οὖσα τεχνάζεται καὶ παραχωρεῖ ἑκοῦσα καὶ οὐκ ἐνεργεῖ, ἀλλὰ ποιεῖ νομίσαι τὸν ἄνθρωπον, ὅτι ἐκαθαρίσθη ὁ νοῦς αὐτοῦ, καὶ λοιπὸν φέρει τὸν ἄνθρωπον εἰς οἴησιν ὅτι· τέλειος εἶ Χριστιανός. καὶ μετὰ ταῦτα ἐπὰν νομίσῃ ὁ ἄνθρωπος, ὅτι ἐλεύθερός ἐστι καὶ ἀμεριμνήσῃ, τότε λῃστρικῷ τρόπῳ ἐπέρχεται αὐτῷ ἡ κακία ἔγκρυμμα ποιοῦσα καὶ πειράζει
8.1.2
αὐτὸν καὶ καταφέρει εἰς τὰ κατώτατα τῆς γῆς. εἰ γὰρ οἱ ἄνθρωποι εἴκοσι ἐτῶν ὄντες λῃσταὶ ἢ στρατιῶται κατὰ πολεμίων οἴδασι τεχνάζεσθαι καὶ ὑποκαθέζονται καὶ ποιοῦσιν ἔγκρυμμα καὶ λαμβάνουσι τὰ νῶτα τῶν ἐχθρῶν καὶ περικυκλοῦντες αὐτοὺς ἀθρόως ἀποκτένουσι, πόσῳ μᾶλλον ἡ κακία οὖσα τοσούτων χιλιάδων ἐτῶν καὶ τοῦτο ἔργον ἔχουσα τὸ πῶς ἀπολέσει τὰς ψυχάς, οἶδεν ἔγκρυμμα ποιεῖν ἐν τῇ καρδίᾳ καὶ κατὰ καιρούς τινας μὴ ἐνεργεῖν, ἵνα ἐνέγκῃ τὴν ψυχὴν εἰς οἴησιν τελειότητος;
8.1.3
Ὁ δὲ θεμέλιος τοῦ Χριστιανισμοῦ οὗτός ἐστιν, ἵνα ὅσας ἐὰν ποιήσῃ τις δικαιοσύνας, μὴ ἐπαναπαυθῇ αὐταῖς μηδὲ ἔχῃ αὐτὰς μεγάλας, ἀλλ' ἵνα ᾖ πτωχὸς «τῷ πνεύματι», καὶ ἐὰν γένηται μέτοχος χάριτος, μὴ νομίσῃ ἑαυτὸν «κατειληφέναι» καὶ οἰηθῇ εἶναί τι καὶ ἄρξηται διδάσκειν, ἀλλ' ἵνα ὢν ἐν καλαῖς πολιτείαις, νηστεύων, ξενιτεύων, ἀγρυπνῶν, εὐχόμενος, μέτοχος ὢν χάριτος μὴ ἡγήσηται ἑαυτὸν τί εἶναι, ἀλλ' ἵνα ἔχῃ ἐξουδενωμένον ἑαυτὸν καὶ μὴ ἡγήσηται τὴν ψυχὴν αὐτοῦ τιμίαν, ἀλλὰ τότε μάλιστα, ὅταν ἀρχὴ χάριτος γένηται αὐτῷ, ἵνα ἔχῃ τὸν πόνον, τὴν δίψαν καὶ τὴν πεῖναν, ἵνα μὴ ᾖ κεκορεσμένος καὶ μὴ ἔχῃ ἑαυτὸν δίκαιον ἢ πλούσιον ἐν χάριτι, ἀλλ' ἵνα ᾖ πενθῶν καὶ δακρύων.
8.1.4
Ὃν τρόπον ἵνα ᾖ μήτηρ καὶ ἔχῃ υἱὸν μονογενῆ καὶ παιδεύσῃ αὐτόν, καὶ ὅταν γένηται ἀνὴρ καὶ συμβῇ αὐτὸν ἀποθανεῖν, λοιπὸν ὅσοι ἂν ὦσιν παραμυθούμενοι τὴν μητέρα, μᾶλλον ἐπεγείρουσιν αὐτῇ τὸ πένθος καὶ ἀπαραμύθητός ἐστιν· οὕτως χρὴ κλαίειν καὶ τὸν Χριστιανὸν τὴν πτῶσιν αὐτοῦ, ἵνα ἔχῃ τὸ πένθος ἄπαυστον καὶ ἀδιάλειπτον δάκρυον· πρὸ πάντων, ἵνα ἔχῃ συντετριμμένην καρδίαν.
8.1.5
Ὥσπερ δὲ ἵνα ᾖ οἶκος βασιλικὸς καὶ παλάτιον βασιλέως καὶ ἔχῃ διαίτας πολλὰς καὶ αὐλὰς διαφόρους καὶ πρόθυρα πολλά, οἴκους καὶ κουβούκλια πολλὰ καὶ ἐσωτέρους οἴκους, ὅπου μένει ὁ βασιλεὺς καὶ ἡ πορφύρα καὶ οἱ θησαυροὶ αὐτοῦ ἀπόκεινται· λοιπὸν ὁ εἰσερχόμενος εἰς τὰς ἐξωτέρας αὐλὰς ἢ διαίτας μὴ νομίσῃ, ὅτι ἤδη εἰς τοὺς ἐσωτέρους οἴκους εἰσῆλθεν, ὅπου ἡ δόξα τοῦ βασιλέως καὶ ἡ πορφύρα καὶ οἱ θησαυροί. οὕτω καὶ εἰς τὸ πνευματικόν· οἱ νηστεύοντες καὶ οἱ ἀγρυπνοῦντες ἢ ψάλλοντες ἢ εὐχόμενοι μὴ νομίσωσιν, ὅτι ἤδη εἰσῆλθον εἰς τὴν κατάπαυσιν, ὧδε ἀκμὴν εἰς τὰ πρόθυρα καὶ εἰς τὰς αὐλὰς εἰσέρχονται,
8.1.6
οὐχὶ ὅπου ἡ πορφύρα καὶ οἱ θησαυροί· ἐκεῖ γὰρ ἀκμὴν οὐκ εἰσῆλθον. οὐκ ὀφείλουσιν οὖν οἱ ἀδελφοὶ τῇ ἔξωθεν πολιτείᾳ θαρσεῖν καὶ λέγειν, ὅτι ἐσμέν τινες. εἰ δὲ καὶ μέτοχος χάριτος γένηταί τις, οὐκ ὀφείλει οἰηθῆναι ὡς καταλαβὼν ἢ γενόμενος ἐγγύτατος βασιλέως· ἀκμὴν γὰρ εἰς τοὺς ἐξωτέρους οἴκους διακινεῖ.
8.2.1
Ἐρευνᾶν οὖν ὀφείλει ἕκαστος, εἰ εὗρεν ἐν τῷ ὀστρακίνῳ σκεύει τὸν θησαυρόν, εἰ ἐνεδύσατο τὴν πορφύραν τοῦ πνεύματος, εἰ εἶδε τὸν βασιλέα Χριστὸν καὶ ἀναπαύθη. ἡ γὰρ ψυχὴ οὕτως ἐστίν· ἔχει βάθος τι καὶ μέλη πολλά, καὶ λοιπὸν ἡ ἁμαρτία ἐπεισελθοῦσα κατέσχεν αὐτῆς ὅλα τὰ μέλη καὶ τὰς νομὰς τῆς καρδίας. εἶτα ἐπιζητοῦντος τοῦ ἀνθρώπου ἔρχεται ἡ χάρις πρὸς αὐτὸν καὶ
8.2.2
κατέχει εἰ τύχοι δύο μέλη τῆς ψυχῆς. ὁ οὖν ἄπειρος παρακαλούμενος ὑπὸ τῆς χάριτος νομίζει, ὅτι ἤδη ἐλθοῦσα ἡ χάρις ὅλα τὰ μέλη τῆς ψυχῆς κατέσχε καὶ ἐξεριζώθη ἡ ἁμαρτία· τὸ δὲ πλεῖστον μέρος ὑπὸ τῆς ἁμαρτίας κρατεῖται καὶ ἓν μέρος ὑπὸ τῆς χάριτος, καὶ ὑποκλέπτεται καὶ οὐκ οἶδεν.
8.2.3
ἔστι γὰρ ἡ χάρις πολλάκις ἐνεργοῦσα ἀδιαλείπτως, ὃν τρόπον ὀφθαλμὸς πάντοτε πέπηκται ἐν τῷ σώματι καὶ ἡ ἁμαρτία σύνεστιν ὑποκλέπτουσα τὸν νοῦν, καὶ ὁ ἀδιάκριτος ὡς ἤδη καταλαβὼν οἴεταί τι περὶ ἑαυτοῦ καὶ τυφοῦται ὡς ἐλευθερωθείς. οὐχ οὕτω δέ ἐστι τὰ πράγματα. καθὼς γὰρ προεῖπον, ἔγκρυμμα ποιεῖ ὁ σατανᾶς καιρούς τινας μὴ ἐνεργῶν, ἵνα ποιήσῃ νομίσαι τὸν
8.2.4
ἄνθρωπον, ὅτι λοιπὸν καθαρός ἐστι καὶ τέλειος. μὴ ὁ φυτεύων ἀμπελῶνα εὐθέως λαμβάνει σταφυλὴν ἢ γεωργεῖ οἶνον; καὶ ὁ σπείρων τὰ σπέρματα ἐν τῇ γῇ ἤδη ἐθέρισε καὶ ἔλαβε καρποὺς ἄνευ πόνων; καὶ τὸ γεννώμενον παιδίον εὐθέως δύναται εἰς ἄνδρα τέλειον ἐλθεῖν; ἢ ὁ στρατευόμενος τήρων ἤδη ἐγένετο ἀξιωματικός; δεῖ γὰρ αὐτὸν πρῶτον κοπιάσαι καὶ εἰσελθεῖν εἰς τὸν πόλεμον καὶ λαβεῖν τὰ νικητήρια καὶ στεφανωθῆναι, καὶ ὁ μνηστευόμενος λαβεῖν γυναῖκα ἤδη πρὸ τοῦ ἀρραβῶνος ἐκοινώνησεν αὐτῇ; οὐχ οὕτως ἐστίν.
8.3.1
Καλὸν οὖν ἐστιν ἡ ἀκτημοσύνη καὶ ἡ ψαλμωδία καὶ ἡ νηστεία καὶ ἡ ἀγρυπνία καὶ τὸ λαβεῖν χάριν θεοῦ. ἀκμὴν οὔπω ἤρξατο, ὡς χρή, σκάπτειν καὶ τιθέναι θεμέλιον, καὶ ἐν τούτοις ὤν τις ὡς ἤδη ἀνεπίληπτος εἰς τὰ ἔξω καὶ μέτοχος χάριτος λοιπὸν οἴεται περὶ αὐτοῦ καὶ ἔχει τιμίαν τὴν ψυχὴν αὐτοῦ ὁ τοιοῦτος; ἀπόβλεψον εἰς τὸν Ἰησοῦν ἀπὸ οἵας δόξηςυἱὸς ὢν θεοῦ καὶ θεόςεἰς ὁποῖα πάθη καὶ ἀτιμίαν καὶ σταυρὸν κατῆλθε. διὰ ταύτην οὖν τὴν ταπεινοφροσύνην ὑπερυψώθη ἐν δεξιᾷ τοῦ πατρὸς καθεσθείς. καὶ ὁ ὄφις ὑπέσπειρε τῷ Ἀδὰμ ἐξ ἀρχῆς ὕψωμα, ὅτι ὡς θεὸς γίνῃ, καὶ διὰ ταύτης τῆς ὑψηλοφροσύνης,
8.3.2
ἴδε εἰς ποίαν ἀτιμίαν κατῆλθε τὸ γένος τοῦ Ἀδάμ. ζητῶ δὲ ἄνθρωπον πτωχὸν τῷ πνεύματι καὶ οὐχ εὑρίσκω. ὥσπερ ἵνα ᾖ τις πλούσιος ἔχων ἐν τῷ οἴκῳ αὐτοῦ θησαυροὺς καὶ ὡς ἐπιδεόμενος καὶ πτωχὸς παρὰ πάντων ζητεῖ· οὕτως εἰσὶν οἱ Χριστιανοί, ἔχοντες χάριν πλουσίως εἰς τὸν θεόν, πτωχοὶ δέ εἰσι
8.3.3
τῷ πνεύματι καὶ ὡς μηδὲν ἔχοντες εἰσί. πρὸς λόγον εἰσὶν ἑκατὸν λίτραι χρυσίου, ἃς ὀφείλει κτήσασθαί τις· λαβὼν οὖν πέντε λίτρας ἐκορέσθη. εἰσὶ δέ τινες πρὸς λόγον δέκα οὐγκίας ἔχοντες τῆς χάριτος καὶ ποιοῦσιν αὐτὰς ἑκατὸν καυχώμενοι, καὶ εἰσὶ πολλάκις πέντε οὐγκίας ἔχοντες τῆς ἁμαρτίας καὶ ποιοῦσιν αὐτὰς ἡμιούγκιον· τοῦτο δὲ αὐτοῖς συμβαίνει κατὰ ἄγνοιαν, ὅτι ἐν αὐτῇ τῇ χάριτι ὑποκλεπτόμενοι οὐκ οἴδασιν, ἢ κατὰ κενοδοξίαν ποιοῦσιν αἰσχυνόμενοι εἰπεῖν, ὅτι ἐνεργεῖ τὸ κακόν. ἤδη γὰρ κηρύττουσιν ἑαυτοὺς τελείους, τὸ δίκαιον δὲ δεῖ ποιεῖν τὸν ἄνθρωπον, λέγειν μὲν καὶ τὰ τῆς χάριτος, ὁμολογεῖν δὲ καὶ τὴν ἐνέργειαν τῆς ἁμαρτίας. ψεύδεται γὰρ ὁ τοιοῦτος λέγων, ὅτι καθαρὰν ἔχω τὴν συνείδησιν. οὐχ οὕτω γάρ ἐστι τὰ πράγματα, ὡς ἅμα τῷ τὴν χάριν ἐπιδημῆσαι
8.3.4
ἤδη καθαρὸν γενέσθαι τὸν ἄνθρωπον. παραδίδοται γὰρ τοῖς πολεμίοις καὶ τοῖς πειρατηρίοις εἰς γυμνασίαν καὶ παιδείαν, ὃν τρόπον καὶ ὁ Ἰὼβ ἐν τῷ πειρασμῷ. «συνεργεῖ γὰρ τῷ ἀγαθῷ τὸ κακὸν προαιρέσει οὐ καλῇ». τὸν δὲ Χριστιανὸν δεῖ ἔχοντα πέντε οὐγκίας τῆς ἁμαρτίας λέγειν, ὅτι" 1εἴκοσι ἔχω καὶ ὅλος εἰμὶ πεπληρωμένος τοῦ πονηροῦ" 2, καὶ ἔχοντα πρὸς λόγον εἴκοσι οὐγκίας τοῦ ἀγαθοῦ, λέγειν ὅτι" 1ἡμιούγκιον ἔχω." 2 εἰ δὲ τοῦτο κατὰ κενοδοξίαν αἰσχύνεται εἰπεῖν κἂν τὸ δίκαιον εἴπῃ, ὁμολογησάτω καὶ τὴν ἐνέργειαν τῆς ἁμαρτίας καὶ τὴν ἐνέργειαν τῆς χάριτος, ἀμφότερα τὰ μέρη συνεῖναι ἑαυτῷ.
8.4.1
Καθὼς οὖν προεῖπον περὶ τῆς ψυχῆς ὅτι ἔχει βάθος, ὑποδείγματι χρησώμεθα διαγράφοντες αὐτῆς τὰ μέλη. ὥσπερ ἵνα ᾖ ἥλιος καὶ ὦσιν ἐξ αὐτοῦ ἀκτῖνες πολλαί, ἢ ἵνα ᾖ δένδρον ὑψηλὸν καὶ ἔχῃ κλάδους καὶ κλῶνας, ἢ ἵνα ᾖ πόλις μεγάλη ἔχῃ γειτονίας πολλάς, ἢ ἵνα ᾖ ἐπαρχία ἔχουσα πατρίδας ὑφ' ἑαυτήν· οὕτως ἐστὶν ἡ νοερὰ οὐσία ἡ ἀθάνατος ψυχή, κάλλος τίμιον ὑπὲρ πάντα τὰ δημιουργήματα, εἰκὼν καὶ ὁμοίωμα θεοῦ. λοιπὸν ἔρχεται ἡ χάρις καὶ εἰς δύο ἀκτῖνας τῆς ψυχῆς ἐπιλάμπει ἢ ἀπὸ ὅλου τοῦ δένδρου εἰς δύο κλάδους ἢ ἀπὸ ὅλης τῆς πόλεως εἰς δύο γειτονίας ἢ ἀπὸ ὅλης τῆς ἐπαρχίας εἰς δύο πατρίδας. ἔτι δὲ τὰ πλείονα μέρη τῆς ψυχῆς κατέχεται ὑπὸ τῆς κακίας καὶ ὑποκλέπτεται ἡ ψυχὴ καὶ νομίζει, ὅτι ὅλη δι' ὅλου τοῦ ἀγαθοῦ μέρους καὶ τῆς χάριτος γέγο
8.4.2
νεν. πρὸς λόγον πέντε λίτρας χρυσοῦ κτησάμενός τις ἐνόμισεν, ὅτι ἑκατὸν λίτρας χρυσίου ἐκτήσατο; μὴ τὸ ἔμβρυον τὸ ἐν τῇ μήτρᾳ ἤδη ἐγένετο ἄνθρωπος; ἢ ὁ τιθεὶς ἕνα λίθον τοῦ θεμελίου ἤδη ἐτελείωσε τὸ οἰκοδόμημα; ἢ ὁ σπόρος ὁ χωσθεὶς ἤτοι τὸ ἀνελθὸν ἐξ αὐτοῦ φῦμα ἤδη ἐγένετο στάχυς; μὴ ὁ πλέων ἔμπορος ἅμα τῷ ἄρξασθαι πραγματεύεσθαι ἤδη ἐπλήρωσε τὴν ἐνθήκην; καὶ ὁ μετέχων χάριτος παρὰ τοῦτο ἐγένετο τέλειος Χριστιανός; ἀκμὴν οἱ πρῶτοι καὶ μεγάλοι οὕτως εἰσὶ πρὸς τὴν τελειότητα ὡς ὀφφικιάλιος πρὸς ἡγεμόνα ἢ ὡς προτίκτωρ πρὸς κόμητα ἢ στρατηλάτην ἢ ὡς ῥυάκιον πρὸς Εὐφράτην ποταμόν. ὁ ἔχων πρόθεσιν ἀπελθεῖν εἰς πόλιν μακρὰν ἀπὸ διαστήματος τριάκοντα μονῶν, δύο ἢ τρεῖς μονὰς ἐὰν ἀπέλθῃ, μὴ νομίσῃ, ὅτι εἰσῆλθεν εἰς τὴν πόλιν.
8.4.3
Ἐπειδὴ οὖν ἡ ἐναντία δύναμις προτρεπτική ἐστιν, οὐκ ἀναγκαστική; καὶ ἡ θεία χάρις προτρεπτικὴ διὰ τὸ αὐτεξούσιον καὶ λυτὸν τῆς φύσεως. λοιπὸν ἐὰν ποιήσῃ τὸ κακὸν ὁ ἄνθρωπος προτρεπόμενος ὑπὸ τοῦ σατανᾶ, οὐ κρίνεται ἀντ' αὐτοῦ ὁ σατανᾶς, ἀλλ' αὐτὸς ὁ ἄνθρωπος τιμωρεῖται καὶ κολάζεται ἰδίῳ
8.4.4
θελήματι ὑπήκοος γενόμενος τῆς κακίας. ὁμοίως καὶ ἐὰν ῥέψῃ ὁ ἄνθρωπος εἰς τὸ ἀγαθὸν καὶ γένηται μετ' αὐτοῦ χάρις θεοῦ οὐκ ἐπιγράφει τὸ ἀγαθὸν ἑαυτῇ ἡ χάρις, ἀλλὰ ἀποδίδωσι τῷ ἀνθρώπῳ καὶ δοξάζει αὐτόν, ἐπειδὴ ἑαυτῷ αἴτιος ἐγένετο ὁ ἄνθρωπος τοῦ ἀγαθοῦ. λυτῆς γάρ ἐστι φύσεως οὗτος καὶ οὐχ οἷον ἐρχομένη ἡ χάρις πρὸς αὐτὸν ἀναγκαστικῇ δυνάμει δεσμεῖ αὐτοῦ τὸ θέλημα. καὶ λοιπὸν ἑκόντα καὶ ἄκοντα ποιεῖ αὐτὸν ἄτρεπτον ἀγαθόν, ἀλλὰ παραχωρεῖ τῷ αὐτεξουσίῳ καίτοι συνοῦσα ἡ θεία δύναμις, ἵνα ἀποδειχθῇ τὸ θέλημα τοῦ ἀνθρώπου, εἰ τιμᾷ τὴν χάριν εἰ οὐ τιμᾷ, εἰ συμφωνεῖ εἰ οὐ συμφωνεῖ.
8.4.5
πολλοὶ γὰρ ἐτίμησαν καὶ συνεφώνησαν, καὶ ἄλλοι ἐξετράπησαν. τί λέγει ὁ ἀπόστολος· «ἐναρξάμενοι πνεύματι νῦν σαρκὶ ἐπιτελεῖσθε;» τῇ γὰρ φύσει τῶν ἀνθρώπων «νόμος οὐ κεῖται» αὐτεξουσίῳ προαιρέσει δυναμένῃ τραπῆναι ἐπὶ τὸ ἀγαθὸν καὶ τὸ κακόν. τί λέγει ὁ κύριος· «πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν, καὶ τί θέλω εἰ ἤδη ἀνήφθη». θέλει ὁ κύριος ἀναφθῆναι αὐτοῦ τὸ οὐράνιον πῦρ εἰς τὰς καρδίας τῶν ἀνθρώπων, καὶ οἱ μὲν θέλουσιν, οἱ δὲ οὐ θέλουσιν, καθὼς λέγει· «ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου, ὡς ὄρνις τὰ ἑαυτῆς νοσσία, καὶ οὐκ ἠθελήσατε». θεωρεῖς ὅτι ὁ κύριος θέλει, καὶ αὐτοὶ οἱ ἄνθρωποι οὐ θέλουσι προσεγγίζειν τῷ κυρίῳ· τῷ δὲ θεῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν. 9. τ. 1 ΛΟΓΟΣ Θʹ.

Intertext edge

Open linked passage

Note