Expositio fidei
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/marcellus-ancyranus" aria-label="More works by Marcellus Ancyranus">
—
⋯
Original / primary: Pg Scrape Grc
2.1.1
Πιστεύομεν ὁμοίως εἰς τὸ πνεῦμα τὸ ἅγιον, τὸ πάντα ἐρευνῶν" καὶ τὰ βάθη τοῦ θεοῦ," ἀναθεματίζοντες τὰ παρὰ τοῦτο φρονοῦντα δόγματα.
2.2.1
οὔτε γὰρ υἱοπάτορα φρονοῦμεν ὡς οἱ Σαβέλλιοι λέγοντες μονοούσιον καὶ οὐχ ὁμοούσιον καὶ ἐν τούτῳ ἀναιροῦντες τὸ εἶναι υἱόν.
2.3.1
οὔτε τὸ παθητὸν σῶμα ὃ ἐφόρεσε διὰ τὴν τοῦ παντὸς κόσμου σωτηρίαν, ἀνατίθεμεν τῷ πατρί.
2.4.1
οὔτε τρεῖς ὑποστάσεις μεμερισμένας καθ' ἑαυτάς, ὥσπερ σωματοφυῶς ἐπ' ἀνθρώπων ἐστὶ λογίσασθαι, ἵνα μὴ πολυθείαν ὡς τὰ ἔθνη φρονήσωμεν, ἀλλ' ὥσπερ ἐκ πηγῆς ποταμὸς γεγενημένος οὐ διῃρέτη καίτοι δύο σχήματα καὶ δύο ὀνόματα τυγχάνοντα.
2.5.1
οὔτε γὰρ ὁ πατὴρ υἱός ἐστιν οὔτε ὁ υἱὸς πατήρ ἐστιν. ὁ γὰρ πατὴρ υἱοῦ πατήρ ἐστι καὶ ὁ υἱὸς πατρὸς υἱός ἐστιν.
2.6.1
ὡς γὰρ οὐκ ἔστιν ἡ πηγὴ ποταμὸς οὐδὲ ὁ ποταμὸς πηγή· ἀμφότερα δὲ ἓν καὶ ταυτόν ἐστιν ὕδωρ τὸ ἐκ τῆς πηγῆς εἰς τὸν ποταμὸν μετοχετευόμενον, οὕτως ἡ ἐκ τοῦ πατρὸς εἰς τὸν υἱὸν θεότης ἀρρεύστως καὶ ἀδιαιρέτως τυγχάνει.
2.7.1
φησὶ γὰρ ὁ κύριος·" ἐκ τοῦ πατρὸς ἐξῆλθον καὶ ἥκω." παρὰ δὲ τῷ πατρί ἐστιν ἀεὶ ὁ ὢν εἰς τὸν κόλπον τοῦ πατρός.
2.8.1
οὐδέποτε δὲ ἐκενώθη ὁ κόλπος τοῦ πατρὸς τῆς τοῦ υἱοῦ θεότητος. φησὶ γάρ·" ἐγὼ ἤμην παρ' αὐτῷ ἁρμόζουσα." 2. 9 οὐ φρονοῦμεν δὲ κτίσμα ἢ ποίημα ἢ ἐξ οὐκ ὄντων τὸν τοῦ παντὸς κτίστην θεόν, τὸν τοῦ θεοῦ υἱόν, τὸν ἐκ τοῦ ὄντος ὄντα, τὸν ἐκ τοῦ μόνου μόνον, ὡς συναπεγεννήθη ἐκ τοῦ πατρὸς ἀϊδίως ἡ ὁμοία δόξα καὶ δύναμις." ὁ" γὰρ" ἑωρακὼς τὸν υἱὸν καὶ τὸν πατέρα ἑώρακε." 2. 10 τὰ πάντα δηλονότι διὰ τοῦ υἱοῦ ἐκτίσθησαν, ἀλλ' οὐκ ἔστιν αὐτὸς κτίσμα, ὥς φησιν ὁ Παῦλος περὶ τοῦ κυρίου·" ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα" καὶ" αὐτός ἐστι πρὸ πάντων." 2. 11 οὐ λέγει δὲ ὅτι πρὸ πάντων" 3ἐκτίσθη" 3, ἀλλ' ὅτι πρὸ πάντων ἐστί. τὸ γοῦν ἐκτίσθαι ἐπὶ πάντων κεῖται· τὸ δὲ ἔστι πρὸ πάντων μόνῳ τῷ υἱῷ ἁρμόζει.