Expositio fidei
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/marcellus-ancyranus" aria-label="More works by Marcellus Ancyranus">
—
⋯
Original / primary: Pg Scrape Grc
3.1.1
Γέννημα τοίνυν κατὰ φύσιν ἐκ τελείου τέλειόν ἐστι." πρὸ πάντων βουνῶν" γεννηθέν, τουτέστι πρὸ πάσης λογικῆς καὶ νοερᾶς οὐσίας. ὡς καὶ ἐν ἑτέρῳ τόπῳ φησὶν αὐτὸν ὁ Παῦλος" πρωτότοκον πάσης κτίσεως." 3. 2 ἀλλὰ πρωτότοκον δηλῶν μὴ εἶναι αὐτὸν κτίσμα ἀλλὰ γέννημα τοῦ πατρός. ξένον γὰρ ἐπὶ τῆς θεότητος αὐτοῦ τὸ λέγεσθαι κτίσμα.
3.3.1
τὰ γὰρ πάντα ἐκτίσθησαν ὑπὸ τοῦ πατρὸς διὰ τοῦ υἱοῦ, ὁ δὲ υἱὸς μόνος ἐκ τοῦ πατρὸς ἀϊδίως ἐγεννήθη.
3.4.1
διὸ" πρωτότοκός ἐστι πάσης κτίσεως" ὁ θεὸς λόγος· ἄτρεπτος ἐξ ἀτρέπτου. ἔστι τοίνυν τὸ ὃ δι' ἡμᾶς ἐφόρεσε σῶμα κτίσμα.
3.5.1
περὶ οὗ λέγει ὁ Ἰερεμίας κατὰ τὴν τῶν ἑβδομήκοντα ἑρμηνευτῶν ἔκδοσιν·" κύριος ἡμῖν ἔκτισεν εἰς καταφύτευμα σωτηρίαν καινήν, ἐν ᾗ σωτηρίᾳ περιελεύσονται ἄνθρωποι." 3. 6 κατὰ δὲ τὸν Ἀκύλαν περὶ τοῦ αὐτοῦ ῥητοῦ κεῖται·" ἔκτισε κύριος καινὸν ἐν τῇ θηλείᾳ." ἡ δὲ κτισθεῖσα ἡμῖν εἰς καταφύτευμα σωτηρία καινὴ καὶ οὐ παλαιά, ἡμῖν τε καὶ οὐ πρὸ ἡμῶν, Ἰησοῦς ἐστιν ὁ κατὰ τὸν σωτῆρα γενόμενος ἄνθρωπος.
3.7.1
ὃς ἑρμηνεύεται πῇ μὲν σωτηρία, πῇ δὲ σωτήρ. ἔστι δὲ ἐκ τοῦ σωτῆρος ἡ σωτηρία ὃν τρόπον ἐκ τοῦ φωτὸς ὁ φωτισμός.
3.8.1
ἡ οὖν ἐκ τοῦ σωτῆρος σωτηρία κτισθεῖσα καινὴ καθὼς λέγει Ἰερεμίας" ἔκτισεν ἡμῖν σωτηρίαν καινὴν" καὶ ὡς Ἀκύλας φησὶν" ἔκτισε κύριος καινὸν ἐν τῇ θηλείᾳ," τουτέστιν ἐν τῇ Μαρίᾳ.
3.9.1
οὐδὲν γὰρ ἐκτίσθη καινὸν ἐν τῇ θηλείᾳ εἰ μὴ τὸ ἐκ Μαρίας, τῆς παρθένου, τεχθὲν ἄνευ συνουσίας κυριακὸν σῶμα.
3.10.1
ὡς καὶ ἐν παροιμίαις ἐκ προσώπου τοῦ Ἰησοῦ λέγει·" κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ." οὐ λέγει δὲ πρὸ ἔργων ἔκτισέ με, ἵνα μή τις εἰς τὴν θεότητα τοῦ λόγου ἐκλάβοι τὸ ῥητόν.