Expositio fidei
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/marcellus-ancyranus" aria-label="More works by Marcellus Ancyranus">
—
⋯
Original / primary: Pg Scrape Grc
4.1.1
Ἑκάτερα τοίνυν τὰ περὶ τὸ κτίσμα ῥητὰ σωματικῶς εἰς τὸν Ἰησοῦν γέγραπται. ἀρχὴ γὰρ ὁδῶν ἐκτίσθη ὁ κυριακὸς ἄνθρωπος, ὧν εἰς σωτηρίαν ἡμῖν ἐφανέρωσε.
4.2.1
διὰ τούτου γὰρ πρὸς τὸν πατέρα ἔχομεν προσαγωγήν. αὐτὸς γάρ ἐστιν ἡ ὁδός, καθὼς λέγει·" ἐγώ εἰμι ἡ ὁδὸς" ἡ πρὸς τὸν πατέρα ἀνάγουσα ὑμᾶς.
4.3.1
ὁδὸς δὲ σωματικόν τί ἐστι θέαμα, ἥτις ἐστὶν ὁ κυριακὸς ἄνθρωπος. τὰ πάντα γοῦν ἔκτισεν ὁ τοῦ θεοῦ λόγος οὐκ ὢν κτίσμα ἀλλὰ γέννημα.
4.4.1
οὐδὲν γὰρ τῶν κτισμάτων ἔκτισέ τι ἴσον ἢ ὅμοιον ἑαυτῷ. πατρὶ δὲ ἔοικε τὸ γεννᾶν, τεχνίτῃ δὲ τὸ κτίζειν.
4.5.1
ποίημα γοῦν ἐστι καὶ κτίσμα τὸ ὃ δι' ἡμᾶς ἐφόρεσε σῶμα ὁ κύριος," ὃ ἐγεννήθη ἡμῖν", ὥς φησιν ὁ Παῦλος," ἀπὸ θεοῦ σοφία καὶ ἁγιασμὸς καὶ δικαιοσύνη καὶ ἀπολύτρωσις." καίπερ πρὸ ἡμῶν καὶ πάσης κτίσεως σοφία τοῦ πατρὸς ἦν ὁ λόγος καὶ ἔστι.
4.6.1
τὸ δὲ ἅγιον πνεῦμα ἐκπόρευμα ὂν τοῦ πατρὸς ἀεί ἐστιν ἐν ταῖς χερσὶ τοῦ πέμποντος πατρὸς καὶ τοῦ φέροντος υἱοῦ, δι' οὗ ἐπλήρωσε τὰ πάντα.
4.7.1
ὁ πατὴρ συνέχων ἐξ ἑαυτοῦ τὸ εἶναι ἐγέννησε τὸν υἱόν, ὡς ἔφαμεν, καὶ οὐκ ἔκτισεν ὡς ποταμὸν ἀπὸ πηγῆς καὶ ὡς βλαστὸν ἀπὸ ῥίζης καὶ ὡς ἀπαύγασμα ἀπὸ φωτός, ἃ οἶδεν ἡ φύσις ἀδιαίρετα, δι' οὗ τῷ πατρὶ δόξα, κράτος, μεγαλοσύνη πρὸ πάντων τῶν αἰώνων καὶ εἰς τοὺς σύμπαντας αἰῶνας τῶν αἰώνων. ἀμήν.