Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Vita Porphyrii episcopi Gazensis
Marcus DiaconusGaze 100 · pg-scrape-grcMore by Marcus Diaconus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/marcus-diaconus" aria-label="More works by Marcus Diaconus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
100.1
Μεθ' ἡμέρας δὲ ὀλίγας ἀναμνησθεὶς ὁ ἐν ἁγίοις Πορφύριος τῆς ἀγαθῆς ἐκείνης κόρης τῆς ὑποδεξαμένης ἡμᾶς, μετεπέμψατο αὐτὴν δι' ἐμοῦ· ἣ δὲ δρομαία παρεγένετο, ἔχουσα καὶ ἄλλην γυναῖκα ἣν ἔλεγεν θείαν εἶναι. Εἰσελθοῦσαι δὲ πρὸς τὸν μακάριον ἐπίσκοπον, προσέπεσαν τοῖς ποσὶν αὐτοῦ· ὃ δὲ εὐμενῶς ταύτας ἐδέξατο ὡς πατὴρ φιλόστοργος. Εἶπεν δὲ τῇ κόρῃ· Ἀληθῶς, θύγατερ, ἐπιθυμεῖς γενέσθαι Χριστιανή; Ἣ δὲ ἀποκριθεῖσα εἶπεν· Καὶ ἤδη εἶπόν σοι, κύριέ μου, ὅτι ἐκ πολλοῦ ἔχω τὴν ἐπιθυμίαν ταύτην καὶ νῦν παρήγαγον μάρτυρα τὴν ἐμὴν θείαν, ἥτις καὶ αὐτὴ τῆς αὐτῆς ἐστιν ἐπιθυμίας. Ὃ δὲ περιχαρὴς γενόμενος εἶπεν αὐτῇ· Ἀνδρίζου καὶ ἴσχυε, τέκνον. Καὶ προσκαλεσάμενος τὸν οἰκονόμον τῆς ἁγίας ἐκκλησίας, ἐπέτρεψεν αὐτῷ παρέχειν αὐτῇ τε καὶ τῇ αὐτῆς μάμμῃ ἀργυρίου μιλιαρήσια τέσσαρα καθ' ἑκάστην ἡμέραν, τῇ δὲ αὐτῆς θείᾳ ἔδωκεν νόμισμα ἕν, καὶ σφραγίσας αὐτὰς τῷ σημείῳ τοῦ σταυροῦ ἀπέλυσεν, παραγγείλας αὐταῖς σχολάζειν ταῖς εὐχαῖς καὶ τῇ κατηχήσει τῶν κατηχουμένων. Ἔπεμψεν δὲ καὶ εἰς τὸν αὐτῆς οἶκον τὸν θεοσεβῆ Τιμόθεον τὸν πρεσβύτερον καὶ κατηχητήν, καὶ ἐπέτρεψεν αὐτῷ σφραγίσαι τὴν μάμμην τῆς κόρης· ὡς γὰρ προεῖπον τὸ σῶμα εἶχεν συμπεπαρμένον. Καὶ κατηχηθεῖσαι αἱ τρεῖς ὀλίγον χρόνον, ἠξιώθησαν τοῦ τιμίου βαπτίσματος.

Intertext edge

Open linked passage

Note