Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Vita Porphyrii episcopi Gazensis
Marcus DiaconusGaze 101 · pg-scrape-grcMore by Marcus Diaconus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/marcus-diaconus" aria-label="More works by Marcus Diaconus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
101.1
Μετὰ δὲ τὸ ἀποθέσθαι τὸ ἅγιον σχῆμα, προσκαλεσάμενος ὁ ὅσιος τὴν εἰρημένην κόρην εἶπεν αὐτῇ· Θέλεις ζεύξωμέν σε ἀνδρὶ πρὸς γάμον ἔννομον; Καὶ γὰρ ἔστι σοι καιρὸς τοῦ συμβιῶσαι· οὔτε γὰρ ἀπηγόρευται τῇ ἡμετέρᾳ γραφῇ ὁ σεμνὸς γάμος. Ἡ δὲ κόρη ἀκούσασα τὸν λόγον τοῦ ὁσίου, ἤρξατο δακρύειν καὶ λέγειν· Πάτερ ἀγαθέ, μεθ' ὅ με ἔζευξας ἀνδρὶ μεγάλῳ, ἀποζεῦξαί με θέλεις ἐκείνου καὶ ἐκδοῦναι ταπεινῷ καὶ μηδαμινῷ; μηδαμῶς, κύριέ μου, τοῦτο ποιήσῃς. Ὁ δὲ ἐν ἁγίοις συναρπαγεὶς εἶπεν· Καὶ τίς ἐστιν οὗτος ὃν ἔζευξά σοι; Ἣ δὲ ἀπεκρίνατο· Ἰησοῦς Χριστός, ὁ σωτὴρ τῶν ψυχῶν ἡμῶν, ὁ ἀληθινός μου νυμφίος, οὗ οὐκ ἀποζεύγνυμαι εἰς τὸν αἰῶνα. Ἀκούσας δὲ ὁ ἐν ἀγίοις καὶ κατανυγεὶς ἐδάκρυσεν, ὥστε ἐκ τῆς πολλῆς κατανύξεως περιλαβεῖν τὴν κόρην καὶ τὴν κεφαλὴν αὐτῆς καταφιλῆσαι· ὄντως γὰρ ἦν τελείως ἀπαθὴς καὶ ἀπὸ πολλῆς εὐσπλαγχνίας ἐγγὺς ἔχων τὸ δάκρυον. Καὶ ἡμεῖς δὲ οἱ περὶ αὐτὸν θεασάμενοι τὴν χάριν τοῦ ἁγίου πνεύματος τὴν δοθεῖσαν τῇ θεοφιλεῖ κόρῃ ἐδοξάσαμεν τὸν θεὸν τὸν δωρούμενον σοφίαν καὶ χάριν τοῖς ἐκλεκτοῖς αὐτοῦ. Ἀπέλυσεν δὲ τὴν κόρην ἐν ἐκείνῃ τῇ ἡμέρᾳ.

Intertext edge

Open linked passage

Note