Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Vita Porphyrii episcopi Gazensis
Marcus DiaconusGaze 102 · pg-scrape-grcMore by Marcus Diaconus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/marcus-diaconus" aria-label="More works by Marcus Diaconus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
102.1
Συνέβη δὲ ἐν αὐταῖς ταῖς ἡμέραις τὴν γραῦν ἀναπαῆναι καὶ ἀπελθεῖν πρὸς κύριον. Τότε προσκαλεσάμενος τὴν κόρην, μετεπέμψατο τὴν θεοσεβῆ Μαναρίδα τὴν διάκονον, τὴν διερμηνευομένην καὶ αὐτὴν κατὰ τὴν ἑλληνίδα γλῶσσαν Φωτεινήν· ταύτῃ παρέθετο τὴν Σαλαφθᾶν, δοὺς αὐτῇ τὸ κανονικὸν σχῆμα, καὶ παραθέμενος αὐτὰς τῷ θεῷ ἀπέλυσεν μετ' εἰρήνης. Τοιαύτην δὲ ἀνεδέξατο πολιτείαν οἵαν οὐκ ἄλλη κατ' ἐκεῖνον τὸν χρόνον ἔσχεν, καθ' ἡμέραν νηστεύουσα καὶ μετὰ τὴν νηστείαν μεταλαμβάνουσα ὀλίγου ἄρτου μετὰ ἁλὸς καὶ ὀσπρίου βρεκτοῦ ἢ λεπτολαχάνου καὶ ὕδατος μόνου· τοῦ γὰρ οἴνου παντελῶς οὐ μετελάμβανεν. Ἐν δὲ ταῖς ἑορταῖς μετελάμβανεν καὶ ἐλαίου καὶ ἐλαίας ἤσθιεν, οὐδὲν δὲ ἄλλο τῶν διὰ πυρὸς γινομένων ἐγεύετο· ἐν δὲ τῇ τεσσαρακοστῇ τῶν νηστειῶν τὰς πάσας ἡμέρας διὰ δύο ἤσθιεν βρεκτὰ ὄσπρια ἢ λεπτολάχανα ἄνευ ἄρτου· τὴν δὲ ἁγίαν πασχαλίαν πᾶσαν εἷλκεν τὴν ἑβδομάδα, μηδενὸς μεταλαμβάνουσα, εἰ μὴ τῇ ἁγίᾳ πέμπτῃ, μετὰ τὴν ἁγίαν κοινωνίαν, ὕδατος θερμοῦ. Καὶ τοσοῦτον κατέτηξεν αὐτῆς τὸ σῶμα ὡς νομίζειν τοὺς ὁρῶντας αὐτὴν σκιὰν θεωρεῖν. Ἐγένετο δὲ ὑπόδειγμα καὶ ἄλλαις πολλαῖς· ἐζήλωσαν γὰρ τὸν βίον καὶ τὴν πολιτείαν τῆς ἁγίας κόρης Σαλαφθᾶς, ἥτις ἕως τοῦ νῦν δοκεῖ ζῆν· νενέκρωται γὰρ τῷ κόσμῳ, τῷ δὲ Χριστῷ ζῇ καὶ σὺν αὐτῷ ἐστι διὰ παντός· ἧς τῶν ἁγίων εὐχῶν μέρος ἔχωμεν. Καὶ ταῦτα μὲν περὶ τῆς ὁσίας κόρης Σαλαφθᾶς εἰρήσθω.

Intertext edge

Open linked passage

Note