Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Vita Porphyrii episcopi Gazensis
Marcus DiaconusGaze 10 · pg-scrape-grcMore by Marcus Diaconus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/marcus-diaconus" aria-label="More works by Marcus Diaconus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
10.1
Τούτων οὕτως ἐχόντων, ἀκούσας τοῦ ὀνόματος καὶ τῆς πολιτείας τοῦ ὁσίου Πορφυρίου ὁ τὴν ἱερωσύνην ἔχων τῶν ἁγίων τόπων Πραΰλιος, μεταπεμψάμενος αὐτὸν μετὰ πολλῆς ἀνάγκης ἐχειροτόνησεν εἰς τὴν τοῦ πρεσβυτέρου τάξιν, οὐ μὴν ἀλλὰ καὶ τὴν παραφυλακὴν τοῦ τιμίου ξύλου τοῦ σταυροῦ ἐνεπίστευσεν αὐτῷ. Τότε ἔγνωμεν ὅτι ἀπέβη αὐτῷ τὰ ἐν τῇ ἐκστάσει, ὅτε ἑώρακεν τὸν κύριον ἐν τῷ σταυρῷ καὶ τὸν λῃστὴν σὺν αὐτῷ, τὸν δεσπότην δὲ λέγοντα· Λάβε, φύλαξόν μοι τοῦτο τὸ ξύλον. Ἦν δὲ ὁ μακάριος Πορφύριος ὅτε τὴν χειροτονίαν ἔλαβεν ὡς ἐτῶν τεσσαράκοντα πέντε. Ἀξιωθεὶς οὖν ταύτης τῆς τιμῆς οὐκ ἐνήλλαξεν τὸ πρότερον ἔθος, ἀλλ' ἔμεινεν ἐν τῇ ἀσκητικῇ κακοπαθείᾳ, ἐν νηστείαις καὶ ἀγρυπνίαις. Ἡ δὲ τροφὴ ἦν αὐτῷ ἄρτος ῥυπαρὸς καὶ λάχανα, καὶ ταῦτα μετὰ δύσιν ἡλίου, ταῖς δὲ ἄλλαις ἁγίαις ἡμέραις ἕκτην ὥραν ἤσθιεν, λαμβάνων καὶ ἐλαίου καὶ τυροῦ καὶ βρεκτῶν ὀσπρίων· μετελάμβανεν δὲ καὶ ἑνὸς ποτηρίου οἴνου κεκερασμένου, καὶ τοῦτο διὰ τὴν κακοπραγίαν τῶν σπλάγχνων. Ταύτην τὴν διαγωγὴν καὶ τὸν κανόνα ἔμεινεν φυλάττων τὸν πάντα χρόνον τῆς ἑαυτοῦ ζωῆς.

Intertext edge

Open linked passage

Note