Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Vita Porphyrii episcopi Gazensis
Marcus DiaconusGaze 11 · pg-scrape-grcMore by Marcus Diaconus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/marcus-diaconus" aria-label="More works by Marcus Diaconus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
11.1
Μετὰ δὲ τριετῆ χρόνον τοῦ χειροτονηθῆναι αὐτόν, συμβαίνει τὸν ἐπίσκοπον τῆς προλελεγμένης πόλεως Γάζης ἐξελθεῖν τοῦ βίου· Αἰνείας ἦν οὗτος, ἐλάχιστον χρόνον ἐπισκοπήσας. Πρὸ δὲ Αἰνείου Εἰρηνίων ἦν, ὃς καὶ αὐτὸς συμπολίτης γέγονεν τῶν ἀγγελικῶν δυνάμεων· οὗ τοὺς ἐπαίνους ἀδύνατον ἐν παρεκβάσει γραφῆναι, ἀλλ' ἰδικῆς ἐχρῆν πραγματείας εἰς τὸ συντάξαι τὸν βίον τοῦ εἰρημένου ἀοιδίμου Εἰρηνίωνος, ἄλλοις δὲ συγγραφεῦσι παραχωροῦμεν τοῖς ἀκριβῶς ἐπισταμένοις τὸν ἐκείνου βίον. Κοιμηθέντος οὖν τοῦ προλεχθέντος ὁσίου ἀνδρός, συναθροισθέντες οἱ τότε ὄντες Χριστιανοί, ὀλίγοι καὶ εὐαρίθμητοι τυγχάνοντες, μετὰ τῶν ἀπὸ τοῦ κλήρου καὶ βουλευσάμενοι ἐπὶ φανερὰς ἡμέρας τίνι ἐγχειρίσαι τὴν ἐπισκοπὴν οὐδὲν ἤνυον, φιλονεικίας κρατησάσης ἐν αὐτοῖς, τῶν μὲν βουλομένων τινὰς τοῦ κλήρου, ἄλλων δὲ τῶν λαϊκῶν· κατὰ γὰρ τὸν ἀληθῆ λόγον ἦσάν τινες καὶ ἐν τοῖς κληρικοῖς καὶ ἐν τοῖς λαϊκοῖς βίῳ καὶ σεμνότητι κεκοσμημένοι. Πολλῆς οὖν συγχύσεως γινομένης καὶ μηδενὸς εἰς ἔργον προβαίνοντος, τέλος συνέδοξεν πέντε τῶν κληρικῶν καὶ τοσούτους τῶν λαϊκῶν τῶν ἐμφανῶν ἐξελθεῖν πρὸς τὸν μητροπολίτην ἀρχιερέα καὶ αἰτῆσαι αὐτὸν ἐπίσκοπον, ὃν δἂν ἀποκαλύψῃ αὐτῷ τὸ πνεῦμα τὸ ἅγιον.

Intertext edge

Open linked passage

Note