Vita Porphyrii episcopi Gazensis
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/marcus-diaconus" aria-label="More works by Marcus Diaconus">
—
⋯
Original / primary: Pg Scrape Grc
12.1
Ἦν δὲ ὁ τὴν ἀρχιερωσύνην τὸ τηνικαῦτα ἐγκεχειρισμένος Ἰωάννης, ἀνὴρ καὶ οὗτος δόκιμος καὶ πάσῃ ἀρετῇ κεκοσμημένος. Ὡς οὖν παρεγένοντο πρὸς αὐτὸν οἱ Γαζαῖοι, παρεκάλουν αὐτὸν δοῦναι αὐτοῖς ἱερέα δυνατὸν ἔργῳ καὶ λόγῳ ἀντιτάξασθαι τοῖς εἰδωλολάτραις. Ἀκούσας δὲ εὐθέως ἐκήρυξε νηστείαν, καὶ μετὰ τρεῖς ἡμέρας ἀπεκάλυψεν αὐτῷ ὁ κύριος περὶ τοῦ ἀοιδίμου Πορφυρίου, καὶ γράφει ἐπιστολὴν τῷ μνημονευθέντι ὁσίῳ Πραϋλίῳ τῷ ἐπισκόπῳ Ἱεροσολύμων τὸν μακάριον Πορφύριον πέμψαι πρὸς αὐτὸν χάριν ζητήματός τινος τῆς γραφῆς ὀφείλοντος ὑπ' αὐτοῦ ἐπιλυθῆναι· ἦν γὰρ ἱκανὸς ὁ μακάριος πᾶν νομιζόμενον εἶναι δυσχερὲς τῶν τῆς θείας γραφῆς ἐπιλῦσαι, τοῦτο δὲ εἶχεν ἀπὸ χαρίσματος πνεύματος ἁγίου. Καὶ πιστεύσας τοῖς γράμμασι τοῦ μακαρίου Ἰωάννου ὁ θεοφιλὴς Πραΰλιος τοῦτον ἀπέλυσεν, παραγγείλας αὐτῷ περαιτέρω ἑπτὰ ἡμερῶν μὴ χρονίσαι.