Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Vita Porphyrii episcopi Gazensis
Marcus DiaconusGaze 13 · pg-scrape-grcMore by Marcus Diaconus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/marcus-diaconus" aria-label="More works by Marcus Diaconus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
13.1
Ἀκούσας δὲ ὁ μακάριος Πορφύριος τὴν δύναμιν τῶν γραφέντων ὑπὸ τοῦ ὁσιωτάτου Ἰωάννου τὰ μὲν πρῶτα ἐθορυβήθη, μετὰ δὲ ταῦτα εἶπεν· Τὸ θέλημα τοῦ θεοῦ γενέσθω. Καὶ προσκαλεσάμενός με ἐν τῇ ἑσπέρᾳ ἐκείνῃ λέγει μοι· Ἀδελφὲ Μάρκε, πορευθῶμεν καὶ προσκυνήσωμεν τοὺς ἁγίους τόπους καὶ τὸν τίμιον σταυρόν, πολὺς γὰρ χρόνος ἔχει παρελθεῖν ἕως οὗ πάλιν προσκυνήσωμεν. Ἐγὼ δὲ εἶπον· Διὰ τί οὕτως λέγεις, πάτερ; Ὃ δὲ ἀποκριθεὶς εἶπεν· Τῇ παρελθούσῃ νυκτὶ εἶδον τὸν σωτῆρα λέγοντά μοι· Τὴν παραθήκην ἣν παρεθέμην σοι ἀποκατάστησον. Ζεῦξαι γάρ σε θέλω γυναικὶ ταπεινῇ μὲν ἀλλ' εὐτρόπῳ, σὺ δὲ λαμβάνων αὐτὴν κόσμησον, ἵνα ἐπιλάθηται τῆς προτέρας αὐτῆς πτωχείας. Εἰ γὰρ καὶ ταπεινὴ τυγχάνει ἀλλ' οὐκ ἔστι μου ἀλλοτρία, ἀλλὰ γνησία μου ἀδελφή· Τοῦτο δὲ παραφύλαξαι ἵνα μή, ὡς ἔχων γυναῖκα καὶ φροντίζων οἴκου, ἐξ ἀδικίας ἢ βίας ἢ παρανομίας συναγάγῃς, ἐπεὶ κἀμὲ παροργίσας κἀκείνην λυπεῖς· ἀπαρέσκεται γὰρ καὶ αὕτη τοῖς τοιούτοις. Σὺ δὲ μόνον ἔχε προθυμίαν ἀγαθήν, καὶ πάντα σοι χορηγηθήσεται ὅθεν οὐ προσδοκᾷς. Ταῦτά μοι ὁ δεσπότης Χριστὸς ἐδήλωσεν ἐν τῇ παρελθούσῃ νυκτί, καὶ φοβοῦμαι μή πως θέλων ἐξιλάσασθαι τὰς ἐμὰς ἁμαρτίας ἐξιλάσωμαι καὶ ἄλλων πολλῶν. Ἀλλ' ὅμως οὐκ ἔστιν ἀντειπεῖν τῷ βουλήματι τοῦ θεοῦ.

Intertext edge

Open linked passage

Note