Vita Porphyrii episcopi Gazensis
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/marcus-diaconus" aria-label="More works by Marcus Diaconus">
—
⋯
Original / primary: Pg Scrape Grc
14.1
Ταῦτα εἰπὼν ἐπορεύθη, κἀγὼ δὲ σὺν αὐτῷ, καὶ προσκυνήσαντες τοὺς ἁγίους τόπους καὶ τὸν τίμιον σταυρὸν καὶ πολλὰ εὐξάμενος καὶ δακρύσας, ἔθηκεν ἐν τῷ χρυσῷ γλωσσοκόμῳ, καὶ ἀσφαλισάμενος ἐξῆλθεν, καὶ ἀπελθὼν πρὸς τὸν μακάριον Πραΰλιον τὸν ἐπίσκοπον, παρέδωκεν αὐτῷ τὰς κλεῖς, καὶ λαβὼν εὐχὴν μετὰ παραθέσεως ἐξῆλθεν. Ἐλθόντες δὲ εἰς τὸ καταγώγιον εὐτρεπιζόμεθα. Μισθωσάμενοι δὲ κτήνη τρία καὶ λαβόντες τὰ ἐνόδια ἐξήλθομεν· τὰ δὲ ἐνόδια ἦν πάντα τὰ ἐν τῷ οἴκῳ. Ἦμεν δὲ ἐν τῇ ὁδῷ πέντε, αὐτός τε ὁ μακάριος κἀγὼ καὶ δύο ὀνηλάται καὶ ἄλλος ὑπηρέτης νεώτερος ὀνόματι Βαρωχᾶς, ὅντινα εὗρεν ὁ μακάριος πρὸ ὀλίγου χρόνου ἐρριμμένον ἐν τῇ πλατείᾳ, ὄντα ἐν ἐσχάτῳ κινδύνῳ, καὶ λαβὼν συνήγαγεν, καὶ ἀναλώσας πολλὰ εἰς αὐτὸν τῇ βοηθείᾳ τοῦ Χριστοῦ τοῦτον ὑγιῆ ἐποίησεν. Ἐξ ἐκείνου οὖν ἔμεινεν παρ' αὐτῷ ἐξυπηρετούμενος αὐτῷ ἅμα ἐμοί. Τὰ δὲ κατὰ τὸν θεοσεβῆ Βαρωχᾶν, τοῦ λόγου προϊόντος, φράσω. Ὁδεύσαντες δὲ τῇ ἡμέρᾳ ἐκείνῃ, τῇ ἑξῆς ἤλθομεν εἰς Καισάρειαν. Διεδόθη δὲ εἰς πᾶσαν τὴν πόλιν ἡ παρουσία τῆς εἰσόδου ἡμῶν· ἦν γὰρ καὶ ὀνομαστὸς ὁ μακάριος διὰ τὸν ἄμεμπτον αὐτοῦ βίον, πολλῷ μᾶλλον διὰ τὸ εἶναι αὐτὸν φιλόπτωχον. Ὡρμήσαμεν δὲ εἰς τὸν ἐκεῖ ξενῶνα· ἦν γὰρ ἑσπέρα.