Vita Porphyrii episcopi Gazensis
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/marcus-diaconus" aria-label="More works by Marcus Diaconus">
—
⋯
Original / primary: Pg Scrape Grc
15.1
Ἀκούσας δὲ ὁ μακάριος Ἰωάννης ὁ ἀρχιεπίσκοπος, δρομαῖος παρεγένετο πρὸς ἡμᾶς, καὶ ἀσπασάμενοι ἀλλήλους καὶ εὐξάμενοι μικρὸν ἐκάθισαν. Εἶπεν δὲ αὐτῷ ὁ ἀρχιεπίσκοπος· Ἀνάστα, ἀδελφέ, διὰ τὸν κύριον καὶ γεῦσαι μετ' ἐμοῦ, ἵνα ταχέως ἀναστῶμεν εἰς τὴν ἀγρυπνίαν τῆς ἁγίας κυριακῆς. Ὀψὲ γὰρ σαββάτῳ εἰσήλθομεν. Ὁ δὲ μακάριος Πορφύριος παρεκάλει αὐτὸν συγχωρῆσαι αὐτῷ τὴν ἑσπέραν διὰ τὸν κόπον τῆς ὁδοῦ· ἔλεγεν δὲ μετὰ τὸν πρῶτον ὕπνον ἀνίστασθαι εἰς τὴν ἀγρυπνίαν. Ὡς δὲ οὐκ ἐπείσθη ὁ ἀρχιεπίσκοπος, ἀναστὰς ὁ μακάριος συνεπορεύθη αὐτῷ λαβὼν κἀμέ (τὸν γὰρ ἀδελφὸν Βαρωχᾶν εἰάσαμεν ἐν τῷ ξενῶνι ἐγγὺς τῶν ἱματίων), καὶ προτραπέντες παρ' αὐτοῦ ἐδειπνήσαμεν. Πολλὰ δὲ ὁμιλήσαντες πνευματικὰ καὶ μικρὸν ὑπνώσαντες, ἀνέστημεν εἰς τὴν ἀγρυπνίαν.