Vita Porphyrii episcopi Gazensis
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/marcus-diaconus" aria-label="More works by Marcus Diaconus">
—
⋯
Original / primary: Pg Scrape Grc
16.1
Τῇ δὲ νυκτὶ ἐκείνῃ μεταπέμπεται ὁ μακάριος Ἰωάννης τοὺς Γαζαίους καὶ λέγει αὐτοῖς· Ἕτοιμοι ἔσεσθε ἐπὶ τὴν ἔξοδον· σήμερον γὰρ τὸν ἱερέα ὑμῶν λαμβάνετε, ἄνδρα ὃν ἀπέδειξεν ὁ κύριος, ἄμεμπτον, θεοφιλῆ, ζέοντα τῇ πίστει. Πρωίας δὲ γενομένης, ἁρπάσαντες τὸν μακάριον, ἐχειροτόνησαν αὐτὸν ἐπίσκοπον Γάζης. Πολλὰ δὲ ἐδάκρυσεν καὶ οὐκ ἦν καιρὸς τῶν δακρύων αὐτοῦ· ἔλεγεν γὰρ ἑαυτὸν εἶναι ἀνάξιον τῆς τοιαύτης ἱερωσύνης. Μόλις δὲ παρακληθεὶς παρά τε τῶν Γαζαίων καὶ τῶν ἐκεῖ εὑρεθέντων Χριστιανῶν ἡσύχασεν. Ποιήσαντες δὲ τὴν ἁγίαν λειτουργίαν τῆς κυριακῆς, πάλιν προετράπημεν γεύσασθαι μετὰ τοῦ ἀρχιεπισκόπου.