Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Vita Porphyrii episcopi Gazensis
Marcus DiaconusGaze 17 · pg-scrape-grcMore by Marcus Diaconus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/marcus-diaconus" aria-label="More works by Marcus Diaconus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
17.1
Ἐπέτρεψεν δὲ ἡμῖν τὴν ταχίστην ἐξελθεῖν, καὶ ποιήσαντες ἄλλην μίαν ἡμέραν ἐξήλθομεν. Ἐκοιμήθημεν δὲ εἰς Διόσπολιν, κἀκεῖθεν νυκτερεύσαντες ὀψὲ βράδιον εἰσήλθομεν εἰς Γάζαν πολλὰ κοπωθέντες καὶ θλιβέντες. Ἡ δὲ αἰτία τῆς θλίψεως αὕτη ἐτύγχανεν. Πλησίον Γάζης κῶμαι τυγχάνουσιν παρὰ τὴν ὁδὸν αἵτινες ὑπάρχουσι τῆς εἰδωλομανίας. Ἐκ συνθήματος οὖν ὁ τούτων οἰκήτορες κατέστρωσαν πᾶσαν τὴν ὁδὸν ἀκανθῶν καὶ σκολόπων, ὥς τινας μὴ δύνασθαι παρελθεῖν, ἐξέχεαν δὲ καὶ βόρβορον καὶ ἐκάπνιζον ἄλλα δυσώδη, ὥστε ἡμᾶς ἐκ τῆς δυσοσμίας πνίγεσθαι καὶ περὶ τὴν ὅρασιν κινδυνεύειν. Μόλις οὖν διασωθέντες, περὶ τρίτην ὥραν νυκτερινὴν εἰσήλθομεν εἰς τὴν πόλιν. Τοῦτο δὲ τὸ δυσχερὲς ἀπὸ προσβολῆς δαιμονικῆς ὑπήντησεν τῷ μακαρίῳ. Ἀλλ' οὐκ ἐδυσχέρανεν. Ἐνόησεν γὰρ τὴν ἐνέδραν τοῦ διαβόλου ὅτι ἠθέλησεν ἐκ τῆς αὐτοῦ εἰσόδου ἀποστρέψαι τὸν δίκαιον.

Intertext edge

Open linked passage

Note