Vita Porphyrii episcopi Gazensis
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/marcus-diaconus" aria-label="More works by Marcus Diaconus">
—
⋯
Original / primary: Pg Scrape Grc
18.1
Ὡρμήσαμεν δὲ εἰς τὸ ἐπισκοπεῖον, ὃ ἔκτισεν ὁ προονομασθεὶς ἐν ἁγίοις Εἰρηνίων ὁ ἐπίσκοπος μετὰ καὶ τῆς ἁγίας ἐκκλησίας τῆς καλουμένης Εἰρήνης. Τὸ δὲ ὄνομα λέγουσιν αὐτὴν ἔχειν κατὰ δύο τρόπους. Φασὶ γὰρ οἱ ἀπὸ Γάζης, ὅτε παρελήφθη ἡ πόλις ὑπὸ Ἀλεξάνδρου τοῦ Μακεδόνος, κατά τινα σύμβολον ἐκεῖ καταπαῦσαι τὸν πόλεμον, καὶ ἐξ ἐκείνου καλεῖσθαι τὸν τόπον Εἰρήνην. Τοῦτον τὸν τόπον εὑρὼν ὁ μακάριος Εἰρηνίων τιμώμενον ὑπὸ τῶν Γαζαίων ἐν αὐτῷ ἔκτισεν τὴν ἐκκλησίαν. Εἴτε οὖν διὰ τὰ προλελεγμένα εἴτε διὰ τὸ ὄνομα τοῦ κτίστου ἔμεινεν οὕτως καλουμένη ἕως τοῦ νῦν. Ἐκεῖ οὖν ὡρμήσαμεν εἰς τὸ παρ' αὐτοῦ κτισθὲν μικρότατον ἐπισκοπεῖον.