Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Vita Porphyrii episcopi Gazensis
Marcus DiaconusGaze 19 · pg-scrape-grcMore by Marcus Diaconus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/marcus-diaconus" aria-label="More works by Marcus Diaconus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
19.1
Τῷ δὲ ἐνιαυτῷ ἐκείνῳ συμβαίνει ἀνομβρίαν γενέσθαι, καὶ ἐπέγραφον πάντες οἱ ἀπὸ τῆς πόλεως τὸ πρᾶγμα τῇ εἰσόδῳ τοῦ μακαρίου, λέγοντες ὅτι Ἐχρηματίσθη ἡμῖν ὑπὸ τοῦ Μαρνᾶ, ὅτι κακοποδινός ἐστιν ὁ Πορφύριος τῇ πόλει. Ὡς δὲ ἐπέμενεν μὴ βρέχων ὁ θεὸς τὸν παρ' αὐτοῖς πρῶτον μῆνα καλούμενον Δῖον, ἔτι δὲ καὶ τὸν δεύτερον Ἀπελλαῖον, πάντες ἐθλίβοντο. Συναχθέντες δὲ οἱ τῆς εἰδωλομανίας εἰς τὸ Μαρνεῖον, πολλὰς θυσίας καὶ εὐχὰς ἐποίουν τούτου ἕνεκεν· ἔλεγον γὰρ τὸν Μαρνᾶν κύριον εἶναι τῶν ὄμβρων, τὸν δὲ Μαρνᾶν λέγουσιν εἶναι τὸν Δία. Ὡς δὲ ἐπέμενον ἡμέρας ἑπτὰ λέγοντες ὕμνους καὶ ἐξερχόμενοι ἔξω τῆς πόλεως εἰς τόπον καλούμενον προσευχῆς, ὀλιγωρήσαντες ἀνεχώρησαν ἐπὶ τὰ ἴδια ἔργα μηδὲν ἀνύσαντες. Τούτων οὕτως γενομένων, συναχθέντες οἱ Χριστιανοὶ μετὰ ἀνδρῶν καὶ γυναικῶν καὶ παιδίων τὸν ἀριθμὸν διακόσιοι ὀγδοήκοντα, παρεκάλουν τὸν ὅσιον Πορφύριον ἅμα αὐτοῖς ἐξελθεῖν εἰς προσευχὴν καὶ λιτανεῦσαι περὶ τοῦ καταπεμφθῆναι τοὺς ὄμβρους (ἤδη γὰρ λιμὸς ἐγένετο), καὶ πολλῷ γε πλέον ὅτι ἐπέγραφον τῇ εἰσόδῳ τοῦ μακαρίου τὴν ἀνομβρίαν.

Intertext edge

Open linked passage

Note