Vita Porphyrii episcopi Gazensis
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/marcus-diaconus" aria-label="More works by Marcus Diaconus">
—
⋯
Original / primary: Pg Scrape Grc
1.1
Τῶν ἁγίων ἀνδρῶν τοὺς ἄθλους καὶ τὸν θεϊκὸν αὐτῶν ζῆλόν τε καὶ πόθον καλόν ἐστι τοῖς ὀφθαλμοῖς θεωρεῖν (ὁρώμενα γὰρ ἀξιοφίλητα γίνεται), φέρει δὲ ὅμως ὠφέλειαν οὐ μετρίαν καὶ τὰ διηγήματα παρὰ τῶν ἀκριβῶς εἰδότων ταῖς ψυχαῖς τῶν ἀκουόντων ὑπεισερχόμενα. Πιστοτέρα μὲν ἀκοῆς ἡ θέα, πείθει δὲ καὶ ἀκοὴν ἐὰν ὑπὸ ἀξιοπίστων εἴη τὰ λεγόμενα. Εἰ μὲν οὖν ἀρᾳδιούργητος ἔμενεν ἡ τῶν ὠφελίμων διήγησις καὶ μὴ τῇ ἀληθείᾳ τὸ ψεῦδος ἐνεσπείρετο, περιττὸν ἦν τὸ σύγγραμμα τῶν τοιούτων, ἱκανῆς οὔσης καὶ πρὸς οἰκοδομὴν τῆς ἀληθείας ἐκ διαδοχῆς ἀεὶ ἐνσπειρομένης ταῖς ἀκοαῖς τῶν ἐπιγινομένων ἀνθρώπων· ἐπειδὴ δὲ ὁ χρόνος παραφθείρει, εἴτε διὰ τῆς λήθης εἴτε διὰ τῆς ῥᾳδιουργίας, ἀναγκαίως ἐπὶ τὸ παρὸν σύγγραμμα ἐλήλυθα, ἵνα μὴ τῷ μακρῷ χρόνῳ λήθη τις γένηται τοιούτου ἁγίου ἀνδρός, λέγω δὴ Πορφυρίου τοῦ ὁσίου. Τὸ γὰρ μνημονεῦσαι τῶν αὐτοῦ κατορθωμάτων φάρμακον ἀλεξητήριον γίνεται τοῖς ἀκούουσιν.