Vita Porphyrii episcopi Gazensis
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/marcus-diaconus" aria-label="More works by Marcus Diaconus">
—
⋯
Original / primary: Pg Scrape Grc
20.1
Πεισθεὶς δὲ ὁ ὅσιος καὶ κηρύξας νηστείαν ἐκέλευσεν πάντας ἀφ' ἑσπέρας συναχθῆναι εἰς τὴν ἁγίαν ἐκκλησίαν, ἵνα ἐκεῖ τὴν ἀγρυπνίαν ἐπιτελέσωμεν. Ἐποιήσαμεν δὲ δι' ὅλης τῆς νυκτὸς εὐχὰς τριάκοντα καὶ τοσαύτας γονυκλισίας ἐκτὸς τῶν χορῶν καὶ τῶν ἀναγνωσμάτων. Πρωίας δὲ γενομένης, λαβόντες τὸ σημεῖον τοῦ τιμίου σταυροῦ, προηγουμένου ἡμῶν, ἐξήλθομεν μετὰ ὕμνων ἐπὶ τὴν ἀρχαίαν ἐκκλησίαν τὴν ἀπὸ δυσμῶν τῆς πόλεως, ἣν λέγουσι κτίζειν τὸν ἁγιώτατον καὶ μακαριώτατον Ἀσκληπᾶν τὸν ἐπίσκοπον, τὸν πολλοὺς διωγμοὺς ὑπομείναντα ὑπὲρ τῆς ὀρθοδόξου πίστεως, οὗτινος ὁ βίος καὶ τὰ ἔργα ἀναγέγραπται ἐν τῷ παραδείσῳ τῆς τρυφῆς. Γενόμενοι οὖν ἐν τῇ εἰρημένῃ ἐκκλησίᾳ κἀκεῖ εὐχὰς τοσαύτας ἐποιήσαμεν, κἀκεῖθεν ἐξελθόντες ἐπορεύθημεν ἐπὶ τὸ ἅγιον μαρτύριον τοῦ ἐνδόξου μάρτυρος Τιμοθέου, ἐν ᾧ ἀπόκεινται καὶ ἄλλα τίμια λείψανα Μαΐουρος μάρτυρος καὶ Θεῆς ὁμολογητρίας, κἀκεῖ τοσαύτας εὐχὰς καὶ γονυκλισίας ποιήσαντες ὑπεστρέψαμεν εἰς τὴν πόλιν, ποιήσαντες ἐν τῇ ὁδῷ τρεῖς εὐχὰς καὶ τρεῖς γονυκλισίας. Γενόμενοι δὲ περὶ τὴν πύλην εὕραμεν αὐτὴν κεκλεισμένην (ἦν δὲ ὥρα ἐνάτη)· οἱ γὰρ τῆς εἰδωλομανίας βουλόμενοι διασκεδάσαι τὸν λαὸν τοῦτο πεποιήκασιν, ἵνα μὴ πληρώσωμεν τὴν λιτάνειον. Ὡς δὲ ἐμείναμεν ὥρας δύο πρὸ τῆς πύλης καὶ οὐδεὶς ὁ ἀνοίγων, ὁρῶν ὁ θεὸς τὴν ὑπομονὴν τοῦ λαοῦ καὶ τὰς οἰμωγὰς καὶ τὰ ἄφατα δάκρυα, μάλιστα τοῦ ὁσίου ἀνδρός, σπλαγχνισθεὶς ὡς ἐπὶ τοῦ μεγάλου Ἡλίου τοῦ προφήτου κινεῖ ἄνεμον νότον, καὶ γίνεται συννεφὴς ὁ οὐρανὸς καὶ ἄρχονται ἀστραπαὶ καὶ βρονταὶ γίνεσθαι ἅμα τῷ δῦναι τὸν ἥλιον καὶ καταφέρεται πολὺς ὄμβρος, ὡς νομίζεσθαι σταγόνας μὴ εἶναι, ἀλλὰ χάλαζαν ἀπ' οὐρανοῦ καταφέρεσθαι. Ἡμεῖς δὲ ἀπὸ χαρᾶς σχεδὸν οὐκ ᾐσθόμεθα· ἀλλήλους γὰρ ἦμεν περιπτυξάμενοι.