Vita Porphyrii episcopi Gazensis
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/marcus-diaconus" aria-label="More works by Marcus Diaconus">
—
⋯
Original / primary: Pg Scrape Grc
21.1
Τινὲς δὲ τῶν Ἑλλήνων θεασάμενοι ὅσα ἐποίησεν ἡμῖν ὁ θεὸς θαύματα, πιστεύσαντες ἤνοιξαν τὴν πύλην καὶ συνεμίγησαν ἡμῖν βοῶντες· Ὁ Χριστὸς μόνος θεός, αὐτὸς μόνος ἐνίκησεν. Συνῆλθον δὲ ἡμῖν εἰς τὴν ἁγίαν ἐκκλησίαν, κἀκεῖθεν ἀπέλυσεν αὐτοὺς ὁ μακάριος μετ' εἰρήνης σφραγίσας τῇ τοῦ σταυροῦ σφραγῖδι. Ἦσαν δὲ τὸν ἀριθμὸν ˉρˉκˉζ, ἄνδρες ὡς ˉοˉη καὶ γυναῖκες ˉλˉε καὶ παιδία ˉιˉδ, ἐξ ὧν ἦσαν κόραι πέντε. Ἡμεῖς δὲ ποιήσαντες τὴν τελείαν εὐχαριστίαν ἀνεχωρήσαμεν ἕκαστος μετὰ χαρᾶς καὶ εἰρήνης εἰς τὰ ἴδια ἑαυτῶν. Τοσοῦτος δὲ κατηνέχθη ὄμβρος τῇ νυκτὶ ἐκείνῃ καὶ ἐν τῇ ἄλλῃ ἡμέρᾳ, ὥστε πάντας φοβηθῆναι ἵνα μὴ συμπτώματα οἴκων γένηται· τὰ γὰρ πλεῖστα ἐτύγχανεν ἀπὸ ὠμοπλίνθου. Ἐποίησεν δὲ βρέχων ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἀπαύστως ἀπὸ τῆς ὀγδόης Αὐδυναίου μέχρι τῆς δεκάτης. Ἔστιν δὲ ὁ παρ' αὐτοῖς Αὐδυναῖος Ἰανουάριος μὴν κατὰ Ῥωμαίους, πέντε δὲἡμέρας προάγουσιν οἱ κατ' αὐτοὺς μῆνες τοὺς Ῥωμαϊκούς. Τῇ δὲ ἑνδεκάτῃ ἐπετελέσαμεν τὴν ἡμέραν τῶν Θεοφανίων τοῦ δεσπότου Ἰησοῦ Χριστοῦ μετὰ χαρᾶς ὑμνοῦντες καὶ εὐχαριστοῦντες ἐπὶ πᾶσιν οἷς ἐποίησεν ἡμῖν ἡ αὐτοῦ φιλανθρωπία. Προσετέθησαν δὲ τῇ τοῦ Χριστοῦ ποίμνῃ ἐν αὐτῷ τῷ ἐνιαυτῷ πρὸς τοῖς ˉρˉκˉζ καὶ ἄλλοι ˉλˉε. Οἱ δὲ τῆς εἰδωλομανίας οὐκ ἐπαύοντο ἐνεδρεύοντες τῷ τε μακαρίῳ καὶ τοῖς λοιποῖς Χριστιανοῖς. Ὅτε γὰρ ἐδράσσοντο ἄρχοντος Ἕλληνος, ὑπεισήρχοντο αὐτῷ, εἴτε διὰ χρημάτων εἴτε διὰ τῆς ἀθέου αὐτῶν θρησκείας, κακῶσαι τοὺς Χριστιανούς, καὶ ἐκ τούτου οὐχ ἡ τυχοῦσα θλῖψις συνέβαινεν τῷ μακαριωτάτῳ. Συνεχῶς οὖν νύκτωρ τε καὶ μεθ' ἡμέραν ἐδέετο τοῦ φιλανθρώπου θεοῦ, ἵνα αὐτοὺς ἐπιστρέψῃ ἐκ τῆς πλάνης εἰς τὴν αὐτοῦ ἀλήθειαν.