Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Vita Porphyrii episcopi Gazensis
Marcus DiaconusGaze 22 · pg-scrape-grcMore by Marcus Diaconus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/marcus-diaconus" aria-label="More works by Marcus Diaconus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
22.1
Ἐπειδὴ δὲ ἀνωτέρω ἐμνήσθην τοῦ μακαρίου Βαρωχᾶ, τὰ λοιπὰ περὶ αὐτοῦ διηγήσομαι. Οὗτος ἔσχεν ζῆλον θεϊκὸν ὡς εἰ καί τις ἄλλος· πολλὰ γὰρ ὑπέμεινεν χαλεπὰ παρὰ τῶν εἰδωλολατρῶν. Ποτὲ γὰρ ἀπελθόντος αὐτοῦ ἕνεκεν ἐκκλησιαστικοῦ κανόνος εἰς κώμην οὐκ μήκοθεν τῆς πόλεως· ἦν δὲ ὁ τὸν κανόνα χρεωστῶν εἰδωλολάτρης, ἀπαιτούμενος δὲ καὶ βουλόμενος διασῦραι εἰς ὑπέρθεσιν, τοῦ θεοσεβοῦς Βαρωχᾶ μὴ ἀνασχομένου, ἐκ τούτου ἐρεσχελίας γεναμένης μεταξὺ αὐτῶν προσκαλεῖται ὁ ἀνόσιος γεωργούς τινας ὁμοίους αὐτοῦ συγκωμήτας, καὶ ἄρχονται τύπτειν ῥοπάλοις τὸν μακάριον Βαρωχᾶν καὶ βαστάσαντες αὐτὸν ἡμιθανῆ ἔρριψαν ἔξω τῆς κώμης εἰς τόπον ἔρημον· ἔκειτο δὲ ἐκεῖ ἄφωνος καὶ ἀναίσθητος. Τῇ δὲ ἄλλῃ ἡμέρᾳ κατὰ θεοῦ φιλανθρωπίαν παρέρχεται διὰ τοῦ τόπου ἐκείνου Κορνήλιος ὁ διάκονος μετὰ ἄλλων δύο Χριστιανῶν, καὶ εὑρόντες τὸν θεοφιλῆ Βαρωχᾶν καὶ ἐπιγνόντες αὐτόν, βαστάσαντες εἰσήγαγον εἰς τὴν πόλιν.

Intertext edge

Open linked passage

Note