Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Vita Porphyrii episcopi Gazensis
Marcus DiaconusGaze 23 · pg-scrape-grcMore by Marcus Diaconus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/marcus-diaconus" aria-label="More works by Marcus Diaconus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
23.1
Ὡς δὲ ἐθεάσαντο αὐτὸν οἱ τῆς εἰδωλομανίας βασταζόμενον, καὶ νομίσαντες εἶναι νεκρόν, ἐτράπησαν εἰς μανίαν διὰ τὸ νομίζειν μύσος εἶναι νεκρὸν εἰσφέρειν εἰς τὴν πόλιν, καὶ ἀπορρήξαντες αὐτὸν ἐκ τῶν ὤμων τῶν βασταζόντων αὐτὸν ἄρχονται τύπτειν τὸν θεοφιλῆ Κορνήλιον τὸν διάκονον καὶ τοὺς δύο Χριστιανούς, καὶ δήσαντες σχοινίῳ τὸν πόδα τοῦ μακαρίου Βαρωχᾶ εἷλκον αὐτόν. Ἐν τοσούτῳ δὲ ἀπαγγέλλουσίν τινες τῶν ἀδελφῶν τῷ μακαρίῳ ἐπισκόπῳ, καὶ θορυβηθεὶς προσκαλεῖταί με καὶ ἄλλους τρεῖς ἀδελφοὺς παρ' αὐτῷ εὑρεθέντας καὶ λέγει ἡμῖν· Θαρροῦντες, ἀδελφοί, δράμετε· καιρὸς γάρ ἐστι μαρτυρίας. Ὡς δὲ ἐφθάσαμεν τὸν τόπον ὅπου ἔδησαν τὸν μακάριον, συνέδραμον οἱ ἀπὸ τοῦ πλήθους, καὶ οἳ μὲν ὕβριζον τὸν ἁγιώτατον ἐπίσκοπον, ἄλλοι δὲ ὁρῶντες τὴν ὑπομονὴν αὐτοῦ, πῶς ὑβριζόμενος οὐκ ὠργίζετο, ἀλλὰ τοὐναντίον παρεκάλει ἕκαστον λέγων μὴ οὕτως μιᾶναι καὶ ἐνυβρίσαι σῶμα ὁμοιοπαθές, γίνονται τῆς ἡμῶν μερίδος καὶ τρέπονται κατ' ἀλλήλων ἕως πληγῶν. Ἡμεῖς δὲ θεασάμενοι τὴν πολλὴν σύγχυσιν, βαστάσαντες τὸν θεοφιλῆ Βαρωχᾶν ἀνεχωρήσαμεν εἰς τὴν ἁγίαν ἐκκλησίαν.

Intertext edge

Open linked passage

Note