Vita Porphyrii episcopi Gazensis
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/marcus-diaconus" aria-label="More works by Marcus Diaconus">
—
⋯
Original / primary: Pg Scrape Grc
24.1
Ὡς δὲ ἐθεασάμεθα αὐτὸν ἔτι ἐμπνέοντα, ἐποιήσαμεν αὐτῷ θεραπείας. Ἦν δὲ ὑπὲρ αὐτοῦ διὰ τῆς ἑσπέρας καὶ τῆς νυκτὸς εὐχὴ ἐκτενής· συνήχθησαν γὰρ πάντες οἱ ἀδελφοί. Ὁ δὲ ὅσιος ἐπίσκοπος οὐκ ἐπαύσατο δακρύων καὶ δεόμενος τοῦ θεοῦ περὶ αὐτοῦ· ἠπίστατο γὰρ ὁποῖον ζῆλον εἶχεν θεϊκόν. Ὡς δὲ εἶδεν ὁ θεὸς τὰ δάκρυα τοῦ ὁσίου ἱερέως καὶ τὰς δεήσεις τοῦ λαοῦ (δεύτερον γὰρ Φινεὲς εἶχον αὐτὸν κατὰ τῶν εἰδωλολατρῶν), ἐτάχυνεν αὐτῷ τὸ ἔλεος αὐτοῦ, καὶ τῇ νυκτὶ ἐκείνῃ ἀνοίγει τοὺς αὐτοῦ ὀφθαλμούς, καὶ ἄρχεται λαλεῖν καὶ αἰτεῖν ποτὸν δοθῆναι αὐτῷ. Ἐγὼ δὲ παρακαθήμενος αὐτῷ εὐθέως δραμὼν ἀπήγγειλα τῷ μακαρίῳ ἐπισκόπῳ· ἐκ τῆς πολλῆς γὰρ χαρᾶς ἐλησμόνησα δοῦναι αὐτῷ τὸν ποτόν, παθὼν κἀγὼ τὸ τῆς παιδίσκης τῆς ἐπὶ τοῦ μακαρίου Πέτρου τοῦ ἀποστόλου, ὅτε ἀκούσασα τῆς φωνῆς τοῦ ἁγίου Πέτρου ἐκ τῆς χαρᾶς οὐκ ἤνοιξεν τὴν θύραν, ἀλλ' ἐάσασα αὐτὸν πρῶτον ἀνήγγειλεν τοῖς ἐν τῷ οἴκῳ. Τοιοῦτόν τι κἀγὼ ὑπέστην. Ἀκούσας δὲ ὁ μακάριος ἐπίσκοπος οὐκ ἐνικήθη ὑπὸ τοῦ πάθους, ἀλλ' ἔμεινεν ἀντεχόμενος τῶν προσευχῶν, ἡμεῖς δὲ νοήσαντες τὸ στερρὸν καὶ τὸ ἀκλινὲς αὐτοῦ ἐάσαντες αὐτὸν ἀπήλθομεν, ἐγώ τε καὶ ὁ θεοφιλὴς Κορνήλιος ὁ διάκονος· σὺν ἐμοὶ γὰρ παρεκάθητο τῷ μακαρίῳ Βαρωχᾷ. Ὡς δὲ ἐπλήρωσεν τὰς εὐχὰς καὶ πᾶσαν τὴν ἀκολουθίαν ὁ ὁσιώτατος ἐπίσκοπος, καὶ αὐτὸς ἅμα ἡμῖν καθίσας, ἐπηρώτα τὸν θεοσεβῆ Βαρωχᾶν πῶς ἐξ ἀρχῆς ἔπαθεν, αὐτὸς δὲ πάντα ἡμῖν διηγήσατο.