Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Vita Porphyrii episcopi Gazensis
Marcus DiaconusGaze 25 · pg-scrape-grcMore by Marcus Diaconus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/marcus-diaconus" aria-label="More works by Marcus Diaconus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
25.1
Ἐν δὲ τῷ ἡμᾶς ἀκούειν, γίνεται ὄρθρος καὶ ἰδοὺ ὁ δημεκδικῶν μετὰ τῶν εἰρηναρχῶν καὶ τῶν δύο πρωτευόντων Τιμοθέου καὶ Ἐπιφανίου καὶ ἄλλων πολλῶν ἐλθόντες ἄρχονται καταβοᾶν καὶ θορυβεῖν λέγοντες· Διὰ τί εἰσηγάγετε νεκρὸν εἰς τὴν πόλιν τῶν νόμων τῶν πατρῴων τοῦτο ἀπαγορευόντων; Ἐν ταὐτῷ δὲ καὶ ὕβριζον τὸν μακάριον ἐπίσκοπον. Ἡμεῖς δὲ ἀκούσαντες τοῦ θορύβου ἐξήλθομεν, καὶ ὡς ἐθεάσαντο ἡμᾶς, ἄρχονται τύπτειν ἐμὲ καὶ τὸν θεοφιλῆ Κορνήλιον τὸν διάκονον. Ὡς δὲ διεμαρτυρόμεθα τοὺς δημοσιεύοντας, ὁ ὁσιώτατος ἐπίσκοπος ἐπεστόμιζεν ἡμᾶς, παρακαλῶν ἕκαστον καὶ νουθετῶν μὴ οὕτως ἀλογίστως ὀργίζεσθαι. Οἱ δὲ ἄθεοι ὅσον παρεκαλοῦντο τοσοῦτον ἐμαίνοντο καὶ ἐνύβριζον τὸν ὅσιον ἄνδρα. Τοῦ γοῦν θορύβου ἐπιμένοντος, ἐνδυναμοῦται ὁ θεοφιλὴς Βαρωχᾶς καὶ ἐμπιπλᾶται θεϊκοῦ ζήλου καὶ ἀνίσταται καὶ ἁρπάζει ξύλον καὶ ἄρχεται τύπτειν τοὺς παρατυγχάνοντας, καὶ ἐπιπίπτει πᾶσι φόβος καὶ ἄρχονται πίπτειν κατ' ἀλλήλων φεύγοντες, καὶ ἐπέμεινεν καταδιώκων αὐτοὺς ἕως τοῦ τότε Μαρνείου, καὶ ἐπαναλύει μετὰ νίκης μεγάλης ὁ νέος ἡμῶν Σαμψών, καταστρώσας καὶ αὐτὸς χιλίους Ἀλλοφύλους. Ἐξ ἐκείνου οὖν οἱ τῆς εἰδωλομανίας ἐφοβοῦντο αὐτόν, μὴ δυνάμενοι τοῦ ὀνόματος αὐτοῦ ἀκοῦσαι. Μετὰ δὲ χρόνον ὀλίγον ἠξιώθημεν τῆς χειροτονίας τῶν διακόνων ἐγώ τε καὶ ὁ θεοφιλὴς Βαρωχᾶς, ἐγὼ μὲν πολὺ ἀνάξιος τυγχάνων, ἐκεῖνος δὲ ἀξίως καὶ δικαίως τοῦτο τὸ δῶρον λαβών.

Intertext edge

Open linked passage

Note