Vita Porphyrii episcopi Gazensis
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/marcus-diaconus" aria-label="More works by Marcus Diaconus">
—
⋯
Original / primary: Pg Scrape Grc
26.1
Ὁρῶν δὲ ὁ ἐν ἁγίοις Πορφύριος τὰ ἀθέμιτα καθ' ἑκάστην γινόμενα ὑπὸ τῶν εἰδωλολατρῶν, βουλεύεται ἀποστεῖλαί με εἰς τὸ Βυζάντιον αἰτῆσαι τοὺς βασιλεῖς περιαιρεθῆναι τοὺς ναοὺς τῶν εἰδώλων· ἔτι γὰρ ἐχρημάτιζον ἐν Γάζῃ, μάλιστα τὸ καλούμενον Μαρνεῖον. Καὶ ποιήσας γράμματα πρὸς τὸν ἁγιώτατον καὶ ὁσιώτατον ἐπίσκοπον Ἰωάννην, τὸν τηνικαῦτα ἐπίσκοπον Κωνσταντινουπόλεως, οὗ κλέος καὶ ἔπαινος παρὰ πάντων μνημονεύεται, ἐπλώϊσέν με καὶ δι' ἡμερῶν ˉκ ἐφθάσαμεν, καὶ ἀποδοὺς τὰς ἐπιστολὰς τῷ μακαρίῳ Ἰωάννῃ, ἐδίδαξα αὐτὸν ἐκ στόματος πάντα. Εὐθέως δὲ ἀκούσας ἐμήνυσεν πρὸς Εὐτρόπιον τὸν κουβικουλάριον τὰ μεγάλα τότε ἰσχύοντα παρὰ τῷ βασιλεῖ Ἀρκαδίῳ, καὶ ἐπαναγνοὺς αὐτῷ τὰς ἐπιστολὰς τοῦ μακαρίου ἐπισκόπου καὶ αἰτήσας αὐτὸν συνδραμεῖν τῷ γράμματι, λαβὼν συνταγὰς παρ' αὐτοῦ ἐξῆλθεν καὶ λέγει μοι· Σχόλασόν μοι, τέκνον· ἐλπίζω γὰρ εἰς τὸν δεσπότην Χριστὸν ὅτι συνήθως ἔχει τὸ ἔλεος αὐτοῦ ποιῆσαι. Ἐγὼ δὲ οὐκ ἐπαυόμην καθ' ἑκάστην αὐτὸν ὑπομιμνῄσκων, κἀκεῖνος ἔπεμπεν καὶ ἠνόχλει Εὐτροπίῳ. Μετὰ δὲ ἡμέρας ἑπτὰ ἐκφωνεῖται θεῖον γράμμα ὥστε κλεισθῆναι τὰ εἰδωλεῖα τῆς Γαζαίων πόλεως καὶ μηκέτι χρηματίζειν, καὶ ἐγχειρίζεται ταύτην τὴν πρόσταξιν Ἱλάριός τις σουβαδιουβᾶ τοῦ μαγίστρου ἄνθρωπος].