Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Vita Porphyrii episcopi Gazensis
Marcus DiaconusGaze 27 · pg-scrape-grcMore by Marcus Diaconus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/marcus-diaconus" aria-label="More works by Marcus Diaconus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
27.1
Ἐγὼ δὲ μεθ' ἡμέρας τρεῖς ἐξεπόρισα ἐκ τοῦ Βυζαντίου καὶ φθάνω δι' ἡμερῶν δέκα τὴν Γαζαίων πόλιν, προλαβὼν τὸν Ἱλάριον ἡμέρας ἑπτά. Εὗρον δὲ τὸν ὁσιώτατον Πορφύριον ἀρρωστοῦντα. Ὡς δὲ ἐπέδωκα αὐτῷ τὰ ἀντίγραφα τοῦ μακαριωτάτου Ἰωάννου τοῦ ἐπισκόπου Κωνσταντινουπόλεως καὶ ἀνέγνω αὐτά, περιχαρὴς γενόμενος ἐρρώσθη ἀφεθεὶς τοῦ πυρετοῦ· ἔλεγεν δὲ ἐκ τῆς πολλῆς θλίψεως τῶν εἰδωλολατρῶν αὐτὸν ἐσχηκέναι τὴν ἀρρωστίαν. Μετὰ δὲ ἑπτὰ ἡμέρας καταλαμβάνει ὁ εἰρημένος Ἱλάριος, ἔχων δύο κομενταρησίους τῆς ὑπατικῆς καὶ βοηθοὺς πολλοὺς ἔκ τε Ἀζώτου καὶ Ἀσκάλωνος καὶ πᾶσαν δημοσίαν ὄψιν. Εὐθέως δὲ συνέσχεν τοὺς τρεῖς πρωτεύοντας καὶ λαβὼν παρ' αὐτῶν ἱκανοδοσίας, ἐνεφάνισεν αὐτοῖς τὸ θεῖον γράμμα τὸ παρακελευόμενον κλεισθῆναι τὰ εἰδωλεῖα Γάζης τῆς πόλεως κινδύνῳ τῆς κεφαλῆς τῶν πρώτων τῆς αὐτῆς πόλεως, καὶ καταστρέψας πάντα τὰ ἐν αὐτοῖς εἴδωλα, ἔκλεισεν αὐτά· τὸ δὲ ἱερὸν τοῦ Μαρνᾶ εἴασεν λεληθότως χρηματίζειν, λαβὼν ὑπὲρ τούτου πάμπολλα χρήματα. Πάλιν δὲ ἐποίουν οἱ τῆς εἰδωλομανίας τὰ ἀθέμιτα ὑπὸ τῆς συνηθείας.

Intertext edge

Open linked passage

Note