Vita Porphyrii episcopi Gazensis
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/marcus-diaconus" aria-label="More works by Marcus Diaconus">
—
⋯
Original / primary: Pg Scrape Grc
28.1
Συμβαίνει δὲ ἄλλο θαυμαστὸν γενέσθαι προσκαλούμενον πολλοὺς εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν· ὁ θεὸς γὰρ ὡς εὔσπλαγχνος διὰ προφάσεων ἐπιστρέφει τὸ γένος τῶν ἀνθρώπων εἰς τὸ νοητὸν αὐτοῦ φῶς. Τὸ δὲ συμβὰν πρᾶγμα ἐν τούτοις ἦν. Γυνή τις τῶν ἐμφανῶν τῆς πόλεως ὀνόματι Αἰλιὰς μέλλουσα τίκτειν κινδύνῳ μεγάλῳ περιέπεσεν· ἡ δὲ αἰτία τοῦ κινδύνου αὕτη ὑπῆρχεν. Τὸ βρέφος αὐτῆς οὐκέτι κατὰ φύσιν ἐξῄει, ἀλλ' ἐξετράπη εἰς τὸ παρὰ φύσιν, καὶ χαλάσαν τὴν μίαν χεῖρα οὐκ ἡδύνατο τὸ ὑπόλοιπον σῶμα κατενεχθῆναι· ἦν γὰρ πλάγιον ἐν τῇ γαστρὶ καὶ οὐκ ἴσχυον αἱ μαῖαι εἰς τὸ κατὰ φύσιν αὐτὸ μεταγαγεῖν. Ἦν δὲ ἡ ὀδύνη ἄφατος προσγινομένη τῇ γυναικί, τῶν κατὰ ὥραν ὀδυνῶν τὸ βρέφος ὠθουσῶν, πλέον δὲ ἡ ἐπίδοσις τῶν πόνων ἐγίνετο τῆς δευτέρας ἡμέρας διαδεξαμένης τὴν πρώτην, ὁμοίως δὲ καὶ τῆς τρίτης ὀδυνηροτέρας οὔσης τῆς δευτέρας· ἐπετάθησαν δὲ οἱ πόνοι ἕως ἡμερῶν ἑπτά, τοῦ κακοῦ προσθήκην ἀεὶ λαμβάνοντος. Ἀλλὰ καὶ οἱ ἰατροὶ ἠβουλήθησαν αὐτὴν ἐμβρυοτομῆσαι, καὶ θεασάμενοι τὰς δυνάμεις αὐτῆς διαπεσούσας, ἀπηγόρευσαν αὐτῆς. Οἱ ταύτης οὖν γονεῖς καὶ ὁ ἀνὴρ ὡς ὄντες δεισιδαίμονες ἐποίουν καθ' ἑκάστην θυσίαν ὑπὲρ αὐτῆς, ἔφερον δὲ καὶ ἐπαοιδοὺς καὶ μάντεις, νομίζοντες ἐκ τούτων αὐτὴν ὠφελῆσαι, καὶ οὐδὲν ἤνυον.