Vita Porphyrii episcopi Gazensis
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/marcus-diaconus" aria-label="More works by Marcus Diaconus">
—
⋯
Original / primary: Pg Scrape Grc
29.1
Ὑπῆρχεν δὲ αὐτῇ τροφὸς πιστή, ἥτις ὑπεραλγοῦσα, δεήσεις ἐποιεῖτο ἐν τοῖς εὐκτηρίοις οἴκοις ὑπὲρ αὐτῆς. Ἐν μιᾷ οὖν ἡμέρᾳ αὐτῆς εὐχομένης ἐν τῇ ἐκκλησίᾳ μετὰ δακρύων, εἰσῆλθεν ὁ ἐν ἁγίοις Πορφύριος περὶ τὴν ἐνάτην ὥραν, κἀγὼ δὲ ἅμα αὐτῷ, καὶ ὁρᾷ τὴν γραῦν κατώδυνον δεομένην τοῦ θεοῦ μετὰ δακρύων, καὶ στὰς ἐπηρώτα αὐτὴν τὴν αἰτίαν. Ἣ δὲ θεασαμένη αὐτὸν προσέπεσεν τοῖς ποσὶν αὐτοῦ παρακαλοῦσα αὐτὸν δεηθῆναι τῷ Χριστῷ ὑπὲρ αὐτῆς. Ὡς δὲ ἔγνω ὁ ἅγιος τῆς γυναικὸς τὴν αἰτίαν, καὶ αὐτὸς ἐδάκρυσεν· ἦν γὰρ καθ' ὑπερβολὴν εὔσπλαγχνος. Λέγει δὲ τῇ τροφῷ· Ἀκούω περὶ τοῦ οἴκου ἐκείνου ὅτι κατείδωλος τυγχάνει καὶ δυσχερῶς δύνανται σωθῆναι, ἀλλ' ὅμως τῷ θεῷ πάντα δυνατά· καὶ γὰρ διὰ προφάσεως σῴζει τοὺς μέλλοντας ἀπόλλυσθαι. Ἄπελθε οὖν καὶ συνάγαγε πάντας τοὺς συγγενεῖς καὶ γονεῖς καὶ τὸν ἄνδρα καὶ εἰπὲ αὐτοῖς· Ἐπειδὴ ἔστιν ἐνταῦθα ἰατρὸς ἄριστος δυνάμενος αὐτὴν θεραπεῦσαι, ἐὰν ποιήσῃ αὐτὴν διαφυγεῖν τὸν τοιοῦτον κίνδυνον, τί χαρίζεσθε αὐτῷ; Πάντως δὲ ἔχουσι πολλά σοι συντάξασθαι. Εἰπὲ δὲ αὐτοῖς καὶ τοῦτο· Ἐὰν αὐτὴν θεραπεύσῃ, δότε μοι λόγον πρὸ τούτου ὅτι οὐ παραβαίνετε αὐτὸν οὔτε πρὸς ἄλλον ἀπέρχεσθε. Ποίησον πάντας αὐτοὺς ἀνατεῖναι τὰς χεῖρας εἰς τὸν οὐρανὸν καὶ δοῦναι λόγον ὅτι ποιοῦσιν πάντα ἃ ἐπηγγείλαντο. Καὶ ὅταν ταῦτα ποιήσωσιν, εἰπὲ τῇ λοχευομένῃ γυναικὶ ἐπὶ πάντων· Ἰησοῦς Χριστός, ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος, ἰᾶταί σε· εἰς αὐτὸν πίστευσον καὶ ζήσῃ.