Vita Porphyrii episcopi Gazensis
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/marcus-diaconus" aria-label="More works by Marcus Diaconus">
—
⋯
Original / primary: Pg Scrape Grc
2.1
Ἄτοπον γάρ ἐστι ποιητὰς τραγῳδοποιοὺς καὶ ἄλλους τοιούτους συγγραφέας τὸ] εἰς γέλωτα καὶ γραώδεις μύθους καταναλῶσαι τοὺς λόγους, ἡμᾶς δὲ περιιδεῖν λήθῃ παραδιδομένους ἁγίους ἄνδρας καὶ ἀξιομνημονεύτους. Ποίαν γὰρ οὐκ ἂν δικαίως παράσχω δίκην μὴ παραδιδοὺς συγγραφῇ βίον τοιούτου θεοφιλοῦς ἀνδρός, βίον, φιλοσοφίας διδάσκαλον, τοῦ τὴν ἐν οὐρανῷ πολιτείαν ἐζηλωκότος; Πολέμους τε αὐτοῦ καὶ ἀντιστάσεις ἱστορήσωμεν οὐ μόνον πρὸς τοὺς τῆς εἰδωλομανίας ἀρχηγούς τε καὶ προμάχους, ἀλλὰ καὶ πρὸς δῆμον ὁλόκληρον πάσης πεπληρωμένον ἀνοίας. Ἐμνημόνευε γὰρ τῶν τοῦ μακαρίου Ἀποστόλου ῥητῶν δι' ὧν φησιν· «Ἀναλάβετε τὴν πανοπλίαν τοῦ θεοῦ, ἵνα δυνηθῆτε ἀντιστῆναι ἐν τῇ ἡμέρᾳ τῇ φοβερᾷ καὶ ἅπαντα κατεργασάμενοι στῆναι. Ταύτην τὴν πανοπλίαν ἐνδυσάμενος, εἰς τοὺς ἀγῶνας εἰσῆλθεν ὁ εἰρημένος Ἀπόστολος· ἀλλὰ καὶ τοιούτους καὶ τηλικούτους ἔχων τοὺς ἀντιπάλους, ὁ τὴν ὁμοίαν ἅμιλλαν κεκτημένος τῷ Ἀποστόλῳ Πορφύριος, ἴσην καὶ τὴν νίκην ἀνεδήσατο, καὶ τρόπαιον ἤγειρεν εἰς τὸ μέσον τῆς Γαζαίων τὴν νυνὶ κτισθεῖσαν ὑπ' αὐτοῦ ἁγίαν τοῦ Χριστοῦ ἐκκλησίαν. Παρεῖχεν δὲ αὐτῷ τὴν νίκην οὐχ ἡ ἀνθρωπεία φύσις, ἀλλ' ἡ γνώμη τὴν θείαν χάριν ἐφελκομένη· ἐραστὴς γὰρ θερμότατος γενόμενος τοῦ Χριστοῦ, πάντα παθεῖν καὶ δρᾶσαι ἠνέσχετο. Πόσας γὰρ πολέμων προσβολὰς ὁ τοιοῦτος ἀνὴρ ὑπὸ τῶν δι' ἐναντίας ἐδέξατο, πόσας συσκευὰς καὶ μυκτηρισμοὺς ὑπέμεινεν.