Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Vita Porphyrii episcopi Gazensis
Marcus DiaconusGaze 30 · pg-scrape-grcMore by Marcus Diaconus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/marcus-diaconus" aria-label="More works by Marcus Diaconus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
30.1
Ἀκούσασα δὲ ἡ γραῦς τὸν λόγον τοῦ μακαρίου ἐπισκόπου, λαβοῦσα παρ' αὐτοῦ παράθεσιν ἔδραμεν ἐπὶ τὸν οἶκον, καὶ εὑροῦσα πάντας κλαίοντας καὶ τὴν γυναῖκα ἐν ἐσχάτῳ κινδύνῳ παρεκάλει τοὺς γονεῖς αὐτῆς καὶ τὸν ἄνδρα μὴ ἀθυμῆσαι· ἔλεγεν δὲ ὅτι Ἰατρὸς ἄριστος ἀπέστειλέν με πρὸς ὑμᾶς ἵνα παράσχητέ μοι λόγον, ὅτι ταύτης θεραπευομένης οὐκ ἀρνεῖσθε αὐτόν. Ἀκούσαντες δὲ οἱ γονεῖς καὶ ὁ ἀνὴρ εἶπον· Ἐὰν βουληθῇ πᾶσαν ἡμῶν τὴν οὐσίαν λαβεῖν, οὐκ ὀκνήσομεν, μόνον ἴδωμεν τὴν θυγατέρα ἡμῶν ζῶσαν. Ἡ δὲ τροφὸς εἶπεν· Ἀνατείνατε τὰς χεῖρας ὑμῶν εἰς τὸν οὐρανὸν καὶ δότε μοι λόγον ὅτι οὐκ ἀρνεῖσθε τὸν ἰατρόν. Οἳ δὲ προθύμως καὶ μετὰ δακρύων ἀνέτειναν τὰς χεῖρας λέγοντες ὅτι Καὶ πάντα τὰ ἡμῶν αὐτῷ πάντα τὸν χρόνον τῆς ζωῆς ἡμῶν· ποίαν γὰρ παραμυθίαν μέλλομεν ἔχειν ταύτης τελευτώσης; Ἦν γὰρ αὐτοῖς μονογενὴς καὶ ἀστεία τοὺς τρόπους εἴπερ ἄλλη γυνή. Ἀκούσασα δὲ ἡ τροφὸς μεγάλῃ τῇ φωνῇ ἐπὶ πάντων εἶπεν· Λέγει ὁ μέγας ἱερεὺς Πορφύριος· Ἰησοῦς Χριστός, ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος, ἰᾶταί σε· εἰς αὐτὸν πίστευσον καὶ ζήσῃ. Εὐθέως δὲ ἡ γυνὴ ὀλολύξασα μέγα κατήγαγεν τὸ βρέφος ζῶν.

Intertext edge

Open linked passage

Note