Vita Porphyrii episcopi Gazensis
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/marcus-diaconus" aria-label="More works by Marcus Diaconus">
—
⋯
Original / primary: Pg Scrape Grc
31.1
Πάντες δὲ οἱ ἐκεῖ εὑρεθέντες ἐκπλαγέντες ἔκραξαν· Μέγας ὁ θεὸς τῶν Χριστιανῶν, μέγας ὁ ἱερεὺς Πορφύριος. Τῇ δὲ ἑξῆς οἱ γονεῖς τῆς γυναικὸς καὶ ὁ ἀνὴρ καὶ πάντες οἱ συγγενεῖς καὶ οἱ γνήσιοι πορευθέντες πρὸς τὸν μακάριον Πορφύριον προσέπεσαν τοῖς ποσὶν αὐτοῦ αἰτούμενοι τὴν ἐν Χριστῷ σφραγῖδα. Ὁ δὲ μακάριος σφραγίσας αὐτοὺς καὶ ποιήσας κατηχουμένους ἀπέλυσεν ἐν εἰρήνῃ, παραγγείλας αὐτοῖς σχολάζειν τῇ ἁγίᾳ ἐκκλησίᾳ, καὶ μετ' ὀλίγον χρόνον κατηχήσας αὐτοὺς ἐβάπτισεν σὺν τῇ γυναικὶ καὶ τῷ βρέφει· ἐκάλεσαν δὲ τὸ ὄνομα αὐτοῦ Πορφύριον. Ἦσαν δὲ οἱ φωτισθέντες διὰ τὴν πρόφασιν τῆς γυναικὸς τὸν ἀριθμὸν ἑξήκοντα τέσσαρες.