Vita Porphyrii episcopi Gazensis
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/marcus-diaconus" aria-label="More works by Marcus Diaconus">
—
⋯
Original / primary: Pg Scrape Grc
32.1
Ὅσον δὲ ἔβλεπον οἱ τῆς εἰδωλομανίας πληθυνομένους τοὺς Χριστιανούς, ἠγριαίνοντο καὶ οὐ συνεχώρουν αὐτοῖς μετελθεῖν πολιτικῶν ὀφφικίων, ἀλλ' ὡς κακοῖς οἰκέταις ἐχρῶντο αὐτοῖς. Ὁρῶν δὲ πάλιν ὁ μακάριος Πορφύριος τὴν πολλὴν ἀδικίαν τῶν Χριστιανῶν καὶ μὴ φέρων, βλέπων δὲ αὐτοὺς ἐπηρεαζομένους, ἐξέρχεται ἐπὶ Καισάρειαν πρὸς τὸν μακάριον Ἰωάννην τὸν ἀρχιεπίσκοπον καὶ παρακαλεῖ αὐτὸν μετὰ δακρύων ἄνεσιν παρασχεῖν αὐτῷ· μηκέτι γὰρ δύνασθαι φέρειν ἔλεγεν τὰ ἄτοπα τὰ γινόμενα ὑπὸ τῶν Γαζαίων. Ὁ δὲ μακάριος Ἰωάννης ἀκούσας παρεκάλει αὐτὸν μακροθυμῆσαι καὶ ἀντέχεσθαι τῆς ἐπισκοπῆς.