Vita Porphyrii episcopi Gazensis
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/marcus-diaconus" aria-label="More works by Marcus Diaconus">
—
⋯
Original / primary: Pg Scrape Grc
33.1
Καὶ ἀποκριθεὶς ὁ ὁσιώτατος Πορφύριος εἶπεν αὐτῷ· Μαρτύρομαί σε ἐνώπιον τοῦ ἀοράτου θεοῦ καὶ τῆς ἐλπίδος ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ κυρίου πάσης κτίσεως καὶ τοῦ προσκυνητοῦ καὶ ζωοποιοῦ ἁγίου πνεύματος μὴ παριδεῖν τὴν αἴτησίν μου, ἵνα μὴ ἐκζητηθῇ παρ' ἡμῶν ἀπώλεια ψυχῶν ἀναριθμήτων. Ἀλλ' αἰτῶ σε, πάτερ, συμπλεῦσαί μοι ἐπὶ τὴν βασιλίδα πόλιν, ἵνα δεηθῶμεν τῶν βασιλέων τοῦ οὐρανίου βασιλέως ἐπινεύοντος καταστρέψαι τοὺς ναοὺς τῶν εἰδώλων. Ἀποκριθεὶς δὲ ὁ μακάριος Ἰωάννης εἶπεν αὐτῷ· Τέκνον, ἡ μὲν αἴτησις δικαία, ὁ δὲ καιρὸς οὐκ ἔστιν ἐπιτήδειος· ἡ γὰρ χειμέριος τροπὴ λοιπὸν ἐπιλαμβάνεται. Ἀπεκρίθη δὲ ὁ μακάριος Πορφύριος· Ἐὰν θέλῃ ἡμᾶς ὁ θεὸς εἶναι καὶ τὰ πλήθη Γάζης ἐπιστρέψαι, καὶ ἐν χειμῶνι δυνατός ἐστι σῷσαι. Σὺ δέ, πάτερ. θαρρῶν τῇ εὐσπλαγχνίᾳ αὐτοῦ θέλησον, καὶ ἔχομεν εὐοδωθῆναι. Λέγει αὐτῷ ὁ μακάριος Ἰωάννης· Τὸ θέλημα τοῦ Χριστοῦ γενηθήτω.