Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Vita Porphyrii episcopi Gazensis
Marcus DiaconusGaze 34 · pg-scrape-grcMore by Marcus Diaconus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/marcus-diaconus" aria-label="More works by Marcus Diaconus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
34.1
Ὡς δὲ ἔλαβεν συνταγὰς ὁ μακάριος Πορφύριος, γράφει μοι τὴν ταχίστην καταλαβεῖν τὴν Καισάρειαν καὶ ἀγαγεῖν μεθ' ἑαυτοῦ τρεῖς βίβλους καὶ τεσσαράκοντα τρία νομίσματα, ἅπερ ἔτυχεν περισσεῦσαι ἐκ τῆς προσόδου τῆς ἁγίας ἐκκλησίας. Ἐγὼ δὲ δεξάμενος τὰς ἐπιστολὰς καὶ λαβὼν τάς τε βίβλους καὶ τὰ νομίσματα, εὐθέως ἐξῆλθον, καὶ καταλαβὼν τὴν Καισάρειαν, εὗρον τοὺς ὁσιωτάτους ἐπισκόπους εὐτρεπιζομένους ἐπὶ τὸν πλοῦν, καὶ μετὰ δύο ἡμέρας ἀναχθέντες ἐπλεύσαμεν ἡμέρᾳ ὀγδόῃ καὶ εἰκάδι Γορπιαίου, κατὰ δὲ Ῥωμαίους Σεπτεμβρίῳ εἰκάδι τρίτῃ, καὶ τῇ εὐσπλαγχνίᾳ τοῦ Χριστοῦ εὐπλοήσαντες, δι' ἡμερῶν δέκα κατήχθημεν εἰς Ῥόδον τὴν νῆσον. Ἦν δὲ τότε ἐν τῇ νήσῳ εἰς τὰ ἀπόστροφα αὐτῆς μονάζων τις ὀνόματι Προκόπιος, ὃς νῦν μετ' ἀγγέλων ἐστι συναρίθμιος· ἐκοιμήθη γὰρ ἀπὸ ἐτῶν πέντε, ζήσας βίον ἄμεμπτον ἔν τε νηστείαις καὶ ἀγρυπνίαις καὶ τῇ ἄκρᾳ ἀκτημοσύνῃ, ἔσχεν δὲ καὶ προφητικὸν χάρισμα καὶ τὴν κατὰ δαιμόνων ἀπέλασιν. Καταχθέντες δὲ ἡμεῖς ἐν τῇ Ῥόδῳ, ὡς εἴρηται, καὶ ἀκούσαντες περὶ τῆς πολιτείας τοῦ ἁγίου ἀνδρός, ἀναγκαῖον ἐνομίσαμεν μὴ παρόδῳ χρήσασθαι, ἀλλ' ἀπολαῦσαι τῆς ἀγγελικῆς αὐτοῦ συνουσίας, καὶ ἐρωτήσαντες ποῦ τὴν καταμονὴν εἶχεν, ἐπορεύθημεν πρὸς αὐτὸν παραπλεύσαντες ἐν ἀκατίῳ, καὶ φθάσαντες ἐκρούσαμεν τὴν θύραν. Εὐθέως δὲ ἐξελθὼν δι' ἐαυτοῦ ἤνοιξεν ἡμῖν, καίτοι ἔχων ἄλλον παρ' αὑτῷ μαθητήν.

Intertext edge

Open linked passage

Note