Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Vita Porphyrii episcopi Gazensis
Marcus DiaconusGaze 35 · pg-scrape-grcMore by Marcus Diaconus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/marcus-diaconus" aria-label="More works by Marcus Diaconus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
35.1
Ὡς δὲ ἐθεάσατο τοὺς ὁσιωτάτους ἐπισκόπους, πεσὼν ἐπὶ πρόσωπον προσεκύνησεν αὐτούς, εἶτα ἀναστὰς κἀμὲ κατεφίλησεν καὶ τὸν θεοσεβῆ Εὐσέβιον τὸν διάκονον, ὃν μεθ' ἑαυτοῦ ἤγαγεν ὁ ὅσιος Ἰωάννης ὁ ἀρχιεπίσκοπος, καὶ εἰσαγαγὼν ἡμᾶς εἰς τὸ εὐκτήριον ὑπεχώρησεν εἰς τὰ ὀπίσω, δοὺς τὸν ἔμπροσθεν τόπον τοῖς μακαριωτάτοις ἐπισκόποις εἰπών· Ὑμῖν πρέπει τοῖς ἱερεῦσιν τὸν ἔμπροσθεν τόπον ἔχειν, ἐμοὶ δὲ τῷ ταπεινῷ καὶ μηδὲ ἠξιωμένῳ χειροτονίας τὸν ὀπίσω. Τότε ἔγνωμεν ὅτι διορατικὸς ὑπῆρχεν ὁ ὁσιώτατος Προκόπιος· μηδέποτε γὰρ θεασάμενος ἡμᾶς μήτε ἀκούσας περὶ ἡμῶν, ἔγνω διὰ τοῦ πνεύματος ὅτι ἐπίσκοποι ἐτύγχανον οἱ περὶ τοὺς μακαριωτάτους Ἰωάννην καὶ Πορφύριον. Διὸ καὶ τὴν προτίμησιν τῆς εὐχῆς ἔδωκεν αὐτοῖς. Εἶτα μετὰ τὴν εὐχὴν ἐκαθίσαμεν, καὶ ὁμιλήσας ἡμῖν πολλὰ ψυχωφελῆ ἠρώτα τὴν αἰτίαν τοῦ σκυλμοῦ. Ὁ δὲ μακάριος Πορφύριος ἅπαντα αὐτῷ διηγήσατο τὰ κατὰ τοὺς Γαζαίους, πῶς ἐμμανῶς ἔχουσι περὶ τὰ εἴδωλα καὶ ὁπόσα δεινὰ οἱ Χριστιανοὶ πάσχουσιν παρ' αὐτῶν καὶ ὅτι χάριν τούτου ἀπέρχονται δεηθῆναι τῶν βασιλέων καταστραφῆναι τὰ ἱερὰ τῶν εἰδώλων.

Intertext edge

Open linked passage

Note