Vita Porphyrii episcopi Gazensis
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/marcus-diaconus" aria-label="More works by Marcus Diaconus">
—
⋯
Original / primary: Pg Scrape Grc
36.1
Ἀκούσας δὲ ὁ ἐν ἁγίοις Προκόπιος ὁ ἀναχωρητὴς καὶ δακρύσας εἶπεν· Κύριε Ἰησοῦ Χριστέ, ἐπίστρεψον τοὺς δούλους σου ἀπὸ τῆς διαβολικῆς ἀπάτης ἐπὶ τὴν πεφωτισμένην σου πίστιν. Εἶτα λέγει πρὸς τοὺς ὁσιωτάτους ἐπισκόπους· Μὴ ἀθυμήσητε, πατέρες· ὁ γὰρ θεὸς ὁ γινώσκων τὸν ζῆλον τῆς πίστεως ὑμῶν ἔχει εὐοδῶσαι ὑμῖν καὶ δοῦναι πάντα τὰ καταθύμια ὑμῖν. Δεῦτε οὖν παραινέσω ὑμῖν ἃ ὁ κύριος ἀπεκάλυψεν τῇ ἐμῇ ταπεινώσει. Ἀνερχόμενοι ἐπὶ τὸ Βυζάντιον, πρῶτον συντύχετε τῷ ὁσιωτάτῳ ἐπισκόπῳ Ἰωάννῃ καὶ ἅμα αὐτῷ δεήσεις ποιήσασθε πρὸς τὸν θεὸν καὶ ἀνάθεσθε αὐτῷ τὸ πρᾶγμα, καὶ ἔχει ὑμῖν συμβουλεῦσαι καὶ αὐτὸς ὃ ἀποκαλύπτει αὐτῷ ὁ κύριος. Λαλῆσαι γὰρ οὐ δύναται ἐν τῷ παλατίῳ, ἐπειδὴ ἡ βασίλισσα Εὐδοξία λυπεῖται κατ' αὐτοῦ. Αὐτὸς οὖν παρατίθεται ὑμᾶς Ἀμαντίῳ τῷ κουβικουλαρίῳ τῆς δεσποίνης, ἀνθρώπῳ θεοσεβεῖ καὶ τιμῶντι τὸ πρόσχημα τῶν ἱερέων, καὶ αὐτὸς εἰσάγει ὑμᾶς πρὸς τὴν βασίλισσαν, καὶ ὅταν εἰσέλθητε πρὸς αὐτήν, εὐμενῶς ἔχει δέξασθαι ὑμᾶς. Ἀνάθεσθε οὖν αὐτῇ τὸ πᾶν πρᾶγμα καὶ συντάξασθε αὐτῇ καὶ ἐξέλθατε. Ἐν δὲ τῇ δευτέρᾳ εἰσόδῳ, μετὰ τὸ ὑμᾶς ὑπομνῆσαι αὐτὴν χάριν τοῦ πράγματος, εἴπατε αὐτῇ ὅτι Ἐλπίζομεν εἰς τὸν Χριστὸν τὸν υἱὸν τοῦ θεοῦ, ἐὰν σπουδάσῃς εἰς τὸ παρὸν πρᾶγμα, ἔχει δοῦναί σοι τέκνον ἄρρεν. Ἀκούσασα δὲ τοῦτο περιχαρὴς ἔχει γενέσθαι (ἔστιν γὰρ ἐγκύμων καὶ οὗτος μήν ἐστιν ἔνατος τῆς κυήσεως αὐτῆς) καὶ ἔχει πάντα πρᾶξαι εἰς τὸ ποιῆσαι τὸ πρᾶγμα ὑμῶν, θεοῦ ἐπινεύοντος.