Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Vita Porphyrii episcopi Gazensis
Marcus DiaconusGaze 37 · pg-scrape-grcMore by Marcus Diaconus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/marcus-diaconus" aria-label="More works by Marcus Diaconus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
37.1
Ἡμεῖς δὲ ἀκούσαντες τὸν λόγον τοῦ ἁγίου ἀνδρὸς καὶ πιστεύσαντες οἷς ἐλάλησεν, λαβόντες παράθεσιν ἐξήλθομεν, καὶ ἀναχθέντες ἐκείνῃ τῇ ἡμέρᾳ ἐπλεύσαμεν, καὶ δι' ἄλλων ἡμερῶν δέκα ἐφθάσαμεν τὸ Βυζάντιον, καὶ λαβόντες ξενίαν τῇ ἑξῆς ἐπορεύθημεν πρὸς τὸν ὁσιώτατον ἐπίσκοπον Ἰωάννην. Γνοὺς δὲ τίνες ἐσμὲν ἐδέξατο ἡμᾶς μετὰ πολλῆς τιμῆς καὶ θεραπείας. Ἐπηρώτησεν δὲ ἡμᾶς δι' ἣν αἰτίαν σκυλμὸν ὑπεμείναμεν, καὶ διηγησάμεθα αὐτῷ, καὶ γνοὺς ἀνεμνήσθη ὅτι καὶ πρὸ χρόνου τοῦτο διὰ γραμμάτων ἐδεήθημεν, καὶ ἐπιγνούς με φιλοφρόνως ἠσπάσατο. Παρεκάλει δὲ ἡμᾶς μὴ ἀθυμῆσαι, ἀλλ' ἔχειν τὰς ἐλπίδας εἰς τὰ ἐλέη τοῦ θεοῦ. Εἶπεν δὲ πρὸς ἡμᾶς· Ἐγὼ μὲν οὐκ ἰσχύω τῷ βασιλεῖ λαλῆσαι· παρώργισεν γὰρ αὐτὸν κατ' ἐμοῦ ἡ βασίλισσα, διότι ἐνεκάλεσα αὐτῇ χάριν κτήματος οὗ ἐπιθυμήσασα ἀφήρπασεν. Καὶ ἐμοὶ μὲν εἰς τοῦτο οὐ μέλει ὅτι ὀργίζεται οὐδὲ φροντίζω, ἑαυτοὺς γὰρ ἔβλαψαν, οὐκ ἐμέ· κἂν γὰρ βλάψωσίν μου τὸ σῶμα, τὴν ψυχήν μου πολλῷ πλέον ὠφελοῦσιν· ὅμως δὲ τοῦτο καταλείψωμεν τῇ εὐσπλαγχνίᾳ τοῦ θεοῦ. Περὶ δὲ τοῦ ὑμετέρου πράγματος, εἰ δόξει τῷ κυρίῳ, αὔριον μεταπέμπομαι τὸν εὐνοῦχον Ἀμάντιον, καστρήσιον ὄντα τῆς βασιλίσσης, πολλὰ δυνάμενον παρ' αὐτῇ καὶ ὄντως δοῦλον θεοῦ, καὶ ἀνατίθημι αὐτῷ τὸ πρᾶγμα, καὶ πάνυ ἔχει σπουδάσαι, τοῦ Χριστοῦ ἐπινεύοντος. Ἡμεῖς δὲ λαβόντες τοιαύτας συνταγὰς καὶ παράθεσιν, ἐπορεύθημεν εἰς τὴν ξενίαν ἡμῶν.

Intertext edge

Open linked passage

Note