Vita Porphyrii episcopi Gazensis
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/marcus-diaconus" aria-label="More works by Marcus Diaconus">
—
⋯
Original / primary: Pg Scrape Grc
38.1
Τῇ δὲ ἑξῆς ἀπήλθομεν πρὸς τὸν ὅσιον καὶ εὑρίσκομεν παρ' αὐτῷ τὸν κουβικουλάριον Ἀμάντιον· ἦν γὰρ φροντίσας τοῦ ἡμετέρου πράγματος, μεταπεμψάμενος αὐτὸν καὶ διδάξας τὰ καθ' ἡμᾶς. Ὡς δὲ εἰσήλθομεν καὶ ἔγνω ὁ Ἀμάντιος ὅτι ἡμεῖς ἐσμεν περὶ ὧν αὐτῷ ἐλάλησεν, ἀναστὰς προσεκύνησεν τοὺς ὁσιωτάτους ἐπισκόπους, κλίνας τὸ πρόσωπον εἰς τὴν γῆν, κἀκεῖνοι δὲ γνόντες τίς ὑπῆρχεν περιεπτύξαντο αὐτὸν καὶ κατεφίλησαν. Ἐπέτρεψεν δὲ καὶ αὐτοῖς ὁ ἁγιώτατος ἀρχιεπίσκοπος Ἰωάννης ἐκ στόματος διδάξαι τὸν κουβικουλάριον τὸ κατ' αὐτοὺς πρᾶγμα. Ὁ δὲ ὁσιώτατος Πορφύριος πάντα αὐτῷ διηγήσατο τὰ κατὰ τοὺς εἰδωλολάτρας, πῶς παρρησίᾳ ποιοῦσι τὰ ἀθέμιτα καὶ πῶς καταπονοῦσι τοὺς Χριστιανούς. Ὃ δὲ ἀκούων ἐδάκρυεν, καὶ ἐμπιπλᾶται ζήλου θεϊκοῦ καὶ λέγει αὐτοῖς· Μὴ ἀθυμήσητε, πατέρες· ἔχει γὰρ ὁ δεσπότης Χριστὸς ὑπερασπίσαι τῆς θρησκείας αὐτοῦ. Εὔξασθε οὖν ὑμεῖς καὶ διαλέγομαι τῇ αὐγούστῃ, καὶ ἐλπίζω εἰς τὸν τῶν ὅλων θεὸν ὅτι συνήθως ποιεῖ τὸ ἔλεος αὐτοῦ. Εἰσφέρω δὲ καὶ ὑμᾶς τῇ ἑξῆς πρὸς αὐτὴν καὶ διδάσκετε αὐτὴν ἐκ στόματος ὅσα βούλεσθε, ἔχετε δὲ αὐτὴν προδιδαγμένην εὑρεῖν ὑπ' ἐμοῦ. Εἰπὼν δὲ ταῦτα, συνταξάμενος ἡμῖν ἀπῆλθεν, καὶ ἡμεῖς δὲ διαλεχθέντες πολλὰ πνευματικὰ μετὰ τοῦ ὁσιωτάτου ἀρχιεπισκόπου Ἰωάννου καὶ λαβόντες παράθεσιν ἀνεχωρήσαμεν.