Vita Porphyrii episcopi Gazensis
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/marcus-diaconus" aria-label="More works by Marcus Diaconus">
—
⋯
Original / primary: Pg Scrape Grc
39.1
Τῇ δὲ ἑξῆς μεταπέμπεται ἡμᾶς ὁ Κουβικουλάριος Ἀμάντιος διὰ δύο δεκανῶν ἀπελθεῖν εἰς τὸ παλάτιον, καὶ ἀναστάντες σπουδῇ ἐπορεύθημεν. Εὕραμεν δὲ αὐτὸν περιμένοντα ἡμᾶς, καὶ λαβὼν τοὺς δύο ἐπισκόπους εἰσήγαγεν πρὸς τὴν αὐγοῦσταν Εὐδοξίαν. Ὡς δὲ ἐθεάσατο αὐτούς, προησπάσατο εἰποῦσα· Εὐλογήσατε, πατέρες, κἀκεῖνοι δὲ προσεκύνησαν αὐτήν. Ἐκαθέζετο δὲ ἐπὶ χρυσῆς κλίνης, καὶ λέγει αὐτοῖς· Σύγγνωτέ μοι, ἱερεῖς τοῦ Χριστοῦ, διὰ τὴν ἐπικειμένην μοι ἀνάγκην τῆς γαστρός· ἐχρεώστουν γὰρ εἰς τὸ πρόθυρον ὑπαντῆσαι τῇ ὑμῶν ὁσιότητι. Ἀλλὰ διὰ τὸν κύριον εὔξασθε ὑπὲρ ἐμοῦ, ἵνα ἀπόθωμαι τὸ ἐν τῇ γαστρὶ μετὰ φιλανθρωπίας. Οἱ δὲ ὁσιώτατοι ἐπίσκοποι θαυμάσαντες τὴν συγκατάβασιν αὐτῆς εἶπαν· Ὁ εὐλογήσας τὴν μήτραν τῆς Σάρας καὶ τῆς Ῥεβέκκας καὶ τῆς Ἐλισάβετ εὐλογήσει τὸ ἐν τῇ γαστρί σου καὶ ζωώσει.