Vita Porphyrii episcopi Gazensis
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/marcus-diaconus" aria-label="More works by Marcus Diaconus">
—
⋯
Original / primary: Pg Scrape Grc
3.1
Ἀλλ' ἐπειδὴ πάντα τὰ κατὰ τὸν ἀοίδιμον ἄνδρα οὐ δυνατὸν ἐξειπεῖν, πολλά τε ὄντα καὶ τοῖς πολλοῖς δοκοῦντα εἶναι ἄπιστα, βραχέα ἐκθήσομαι ἅτινα καὶ ἐμνημόνευσα συνοικήσας αὐτῷ πλεῖστον χρόνον καὶ ἀπολαύσας τῆς μακαρίας καὶ φοβερᾶς ἐκείνης ψυχῆς τῆς μετ' ἀγγέλων συμπολιτευομένης. Τοῦτον οὖν τὸν πᾶν εἶδος ἀρετῆς εἰληφότα, τίς οὐκ ἂν δικαίως ἐπαινέσειεν; Οἶδα μὲν οὖν ὡς τῆς ἀρετῆς τοιούτου ἀνδρὸς οὐδεὶς ἂν ἐφίκοιτο λόγος· ὅμως γε ἐγχειρητέον, θαρροῦντός μου ταῖς ἁγίαις αὐτοῦ εὐχαῖς. Συγγράψω δὲ τὴν ἐκείνου εὐφημίαν οὐ κομπῷ λόγῳ· οὔτε γὰρ ἡ καλλιλεξία τὸν βίον τῶν τοιούτων κοσμεῖν εἴωθεν, ἀλλ' ἡ ἀρετὴ τῶν ἔργων καὶ αὐτὴν τὴν φράσιν μεγαλύνει. Ὅθεν κἀγὼ θαρρῶν εἰς τὰς ἁγίας εὐχὰς τοῦ εἰρημένου ἀνδρείου ἀνδρὸς προσέρχομαι τῷδε τῷ συγγράμματι, αἰτούμενος δι' αὐτῶν τὴν παρὰ τοῦ κυρίου Ἰησοῦ Χριστοῦ χάριν τε καὶ βοήθειαν εἰς τὸ δυνηθῆναι, οἵᾳ δήποτε προφάσει, τὴν ἀρετὴν τοῦ ἁγίου ἀνδρὸς διηγήσασθαι. Αἰτῶ δὲ τοὺς ἐντυγχάνοντας τῷδε τῷ συγγράμματι μὴ ἀπιστεῖν τοῖς λεγομένοις· αὐτόπτης γὰρ τῆς ἀρετῆς τοῦ ἀνδρὸς ἐγενόμην, συνοικήσας καὶ συμπλεύσας καὶ συγκακουχηθεὶς αὐτῷ ἕως τῆς τελευταίας ἡμέρας τῆς ἐνθάδε αὐτοῦ ζωῆς. Ἔνθεν δὲ ἀρχή μοι γένηται τοῦ τῆς διηγήσεως λόγου.