Vita Porphyrii episcopi Gazensis
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/marcus-diaconus" aria-label="More works by Marcus Diaconus">
—
⋯
Original / primary: Pg Scrape Grc
40.1
Ὡς δὲ καὶ ἄλλα ῥήματα πνευματικὰ ἐλάλησαν, λέγει αὐτοῖς· Ἔγνων διὰ τί ἐσκύλητε· προεδίδαξέν με γὰρ Ἀμάντιος ὁ καστρήσιος. Εἰ δὲ καὶ ὑμεῖς θέλετέ με διδάξαι, κελεύσατε, πατέρες. Ἐπιτραπέντες δὲ ἅπαντα τὰ κατὰ τοὺς εἰδωλομανεῖς ἐδίδαξαν, πῶς ποιοῦσιν ἀφόβως τὰ ἀνόσια καὶ πῶς καταδυναστεύουσι τοὺς Χριστιανούς, μὴ συγχωροῦντες μετελθεῖν ὀφφικίων πολιτικῶν μηδὲ τὰ χωρία αὐτῶν γεωργηθῆναι, ἐξ ὧν τὰ δημόσια τελοῦσιν τῷ ὑμετέρῳ κράτει. Ἀκούσασα δὲ ἡ βασίλισσα εἶπεν· Μὴ ἀθυμήσητε, πατέρες· ἐλπίζω γὰρ εἰς τὸν δεσπότην Χριστόν, τὸν υἱὸν τοῦ θεοῦ, ὅτι πείθω τὸν βασιλέα ποιῆσαι τὰ πρέποντα τῇ ἁγίᾳ ὑμῶν πίστει καὶ ὑμᾶς τεθεραπευμένους ἔνθεν ἀπολῦσαι. Ἀπέλθατε οὖν γενέσθαι ἑαυτῶν (ἐστὲ γὰρ ἀπὸ κόπου) καὶ εὔξασθε ἵνα συνεργήσῃ ὁ θεὸς τῇ αἰτήσει μου. Εἰποῦσα δὲ ταῦτα ἐκέλευσεν χρήματα ἐνεχθῆναι, καὶ λαβοῦσα ἀνὰ τρεῖς δράκας δέδωκεν τοῖς ὁσιωτάτοις ἐπισκόποις εἰποῦσα· Λάβετε τέως ταῦτα εἰς δαπανήματα. Οἱ δὲ ἐπίσκοποι δεξάμενοι, καὶ πολλὰ αὐτὴν εὐλογήσαντες ἐξῆλθον. Ἐξερχόμενοι δὲ τὰ πολλὰ τῶν νομισμάτων διέδωκαν τοῖς ἐφισταμένοις ταῖς θύραις δεκανοῖς, ὡς ὀλίγα μετ' αὐτῶν ὑπολειφθῆναι.