Vita Porphyrii episcopi Gazensis
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/marcus-diaconus" aria-label="More works by Marcus Diaconus">
—
⋯
Original / primary: Pg Scrape Grc
42.1
Τῇ δὲ ἑξῆς μετεπέμψατο ἡμᾶς ἡ αὐγοῦστα, καὶ κατὰ τὸ ἔθος προασπασαμένη τοὺς ὁσίους ἐπισκόπους, ἐπέτρεψεν καθίσαι. Μετὰ δὲ τὸ λαλῆσαι πολλοὺς λόγους πνευματικοὺς λέγει αὐτοῖς· Ἐλάλησα τῷ βασιλεῖ καὶ μικρὸν ἐδυσχέρανεν. Ἀλλὰ μὴ ἀθυμήσητε· θεοῦ γὰρ θέλοντος, οὐκ ἔχω παύσασθαι ἕως ὅτε πληρωθῆτε καὶ ἐξέλθητε ἀνύσαντες τὸν κατὰ θεὸν ὑμῶν σκοπόν. Οἱ δὲ ἐπίσκοποι ἀκούσαντες προσεκύνησαν. Κατανυγεὶς δὲ ὁ ἐν ἁγίοις Πορφύριος ὁ ἡμέτερος, ἀναμνησθεὶς τοῦ λόγου τοῦ τρισμακαρίου Προκοπίου τοῦ ἀναχωρητοῦ, εἶπεν τῇ βασιλίσσῃ· Κοπώθητι, δέσποινα, διὰ τὸν Χριστόν, καὶ αὐτὸς ἔχει χαρίσασθαί σοι ἀντὶ τοῦ κόπου σου υἱὸν ὅστις ζήσει καὶ βασιλεύσει σοῦ ὁρώσης καὶ ἀπολαυούσης ἐπὶ ἔτη πολλά. Ἀκούσασα δὲ ἡ βασίλισσα τοῦ λόγου, ἐπλήσθη χαρᾶς καὶ ἐγένετο τὸ πρόσωπον αὐτῆς ἐρυθρὸν καὶ προσετέθη τῇ ὄψει κάλλος ὑπὲρ ὃ εἶχεν· τὰ γὰρ τῶν ἀδήλων φανεροῖ τὰ φαινόμενα.