Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Vita Porphyrii episcopi Gazensis
Marcus DiaconusGaze 43 · pg-scrape-grcMore by Marcus Diaconus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/marcus-diaconus" aria-label="More works by Marcus Diaconus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
43.1
Λέγει οὖν τοῖς ὁσιωτάτοις ἐπισκόποις· Εὔξασθε, πατέρες, ἵνα κατὰ τὸ ῥῆμα ὑμῶν, θεοῦ θέλοντος, γεννήσω τὸν ἄρρενα, καὶ ἐὰν τοῦτο γένηται, ἐπαγγέλλομαι ὑμῖν πάντα ὅσα αἰτεῖτε ποιεῖν. Καὶ ἄλλο δὲ ὃ οὐκ αἰτήσασθε μέλλω ποιεῖν, Χριστοῦ ἐπινεύοντος· ἁγίαν γὰρ ἐκκλησίαν κτίζω ἐν Γάζῃ εἰς τὸ μεσώτατον τῆς πόλεως. Ἀπέλθατε οὖν μετ' εἰρήνης καὶ ἡσυχάσατε εὐχόμενοι συνεχῶς ὑπὲρ ἐμοῦ ἵνα μετὰ φιλανθρωπίας τέκω· οὗτος γάρ ἐστιν ὁ μὴν ὁ ἔνατος καὶ ἐγγύς ἐστι τοῦ πληρῶσαι. Συνταξάμενοι οὖν οἱ ἐπίσκοποι καὶ παραθέμενοι αὐτὴν τῷ θεῷ ἐξῆλθον τοῦ παλατίου. Ἦν δὲ εὐχὴ ἵνα τέκῃ τὸν ἄρρενα· ἐπιστεύομεν γὰρ τῷ λόγῳ τοῦ ὁσίου Προκοπίου τοῦ ἀναχωρητοῦ. Καὶ καθ' ἡμέραν ἐπορευόμεθα πρὸς τὸν ἁγιώτατον Ἰωάννην τὸν ἀρχιεπίσκοπον καὶ ἀπελαύομεν τῶν ἁγίων αὐτοῦ λόγων τῶν γλυκυτέρων ὑπὲρ μέλι καὶ κηρίον. Ἤρχετο δὲ συνεχῶς πρὸς ἡμᾶς καὶ ὁ ἀείμνηστος Ἀμάντιος ὁ κουβικουλάριος, ποτὲ μὲν φέρων ἀποκρίσεις τῆς βασιλίσσης, ποτὲ δὲ καὶ χάριν συντυχίας.

Intertext edge

Open linked passage

Note