Vita Porphyrii episcopi Gazensis
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/marcus-diaconus" aria-label="More works by Marcus Diaconus">
—
⋯
Original / primary: Pg Scrape Grc
44.1
Μετ' ὀλίγας δὲ ἡμέρας γεννᾷ ἡ βασίλισσα τὸν ἄρρενα, καὶ καλοῦσι τὸ ὄνομα αὐτοῦ Θεοδόσιον εἰς τὸ ὄνομα τοῦ αὐτοῦ πάππου Θεοδοσίου τοῦ Σπάνου, τοῦ συμβασιλεύσαντος Γρατιανῷ· ὁ δὲ γεννηθεὶς νέος Θεοδόσιος ἐν τῇ πορφύρᾳ ἐτέχθη, ὅθεν καὶ ἀπὸ λοχείας βασιλεὺς ἀνηγορεύθη. Ἐγένετο δὲ πολλὴ χαρμοσύνη ἐν τῇ πόλει, καὶ ἐπέμφθησαν εὐαγγελιζόμενοί τινες εἰς τὰς πόλεις καὶ δωρεαὶ καὶ χαρίσματα. Ἡ δὲ δέσποινα, ᾗ μόνον ἔτεκεν καὶ ἀνέστη ἐκ τοῦ λοχηφόρου δίφρου, ἀπέστειλεν πρὸς ἡμᾶς Ἀμάντιον, λέγουσα ἡμῖν δι' αὐτοῦ· Εὐχαριστῶ τῷ Χριστῷ ὅτι διὰ τῶν ὑμῶν ὁσίων εὐχῶν ἐχαρίσατό μοι ὁ θεὸς τὸν υἱόν. Εὔξασθε οὖν, πατέρες, τῇ ζωῇ αὐτοῦ κἀμοὶ δὲ τῇ ταπεινῇ ἵνα ἐκεῖνα πληρώσω ἃ ἐπηγγειλάμην ὑμῖν, πάλιν αὐτοῦ τοῦ Χριστοῦ θέλοντος, διὰ τῶν ἁγίων ὑμῶν εὐχῶν.