Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Vita Porphyrii episcopi Gazensis
Marcus DiaconusGaze 45 · pg-scrape-grcMore by Marcus Diaconus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/marcus-diaconus" aria-label="More works by Marcus Diaconus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
45.1
Τῶν δὲ ἑπτὰ ἡμερῶν τῆς λοχείας πληρωθεισῶν, μεταπέμπεται ἡμᾶς, καὶ ἀπαντᾷ ἡμῖν εἰς τὴν θύραν τοῦ κουβουκλίου, βαστάζουσα καὶ τὸ βρέφος ἐν τῇ πορφύρᾳ. Ἔκλινεν δὲ τὴν κεφαλὴν εἰποῦσα· Εὐλογήσατε, πατέρες, ἐμὲ καὶ τὸ παιδίον ὃ ἐχαρίσατό μοι ὁ κύριος διὰ τῶν ὑμῶν ἁγίων εὐχῶν. Ἐπεδίδου δὲ καὶ τὸ βρέφος ἵνα αὐτὸ σφραγίσωσιν. Οἱ δὲ ὅσιοι ἐπίσκοποι καὶ αὐτὴν καὶ τὸ παιδίον ἐσφράγισαν τῇ τοῦ Χριστοῦ σφραγῖδι καὶ ποιήσαντες εὐχὴν ἐκάθισαν. Μετὰ δὲ τὸ λαλῆσαι αὐτοὺς πολλοὺς λόγους πεπληρωμένους κατανύξεως, λέγει πρὸς αὐτοὺς ἡ δέσποινα· Οἴδατε, πατέρες, τί ἐβουλευσάμην ποιῆσαι περὶ τοῦ ὑμετέρου πράγματος; Ὁ δὲ ἐμὸς κύριος Πορφύριος ἀποκριθεὶς εἶπεν· Ὅσα ἐβουλεύσω, κατὰ θεὸν ἐβουλεύσω· καὶ γὰρ ἐν ταύτῃ τῇ νυκτὶ ἀπεκαλύφθη τῇ ἐμῇ εὐτελείᾳ δι' ὁράματος· ἔδοξα γὰρ ἡμᾶς εἶναι ἐν Γάζῃ, ἑστάναι δὲ ἐν τῷ ἐκεῖσε εἰδωλείῳ τῷ καλουμένῳ Μαρνείῳ, καὶ τὴν σὴν εὐσέβειαν ἐπιδιδόναι μοι εὐαγγέλιον, καὶ λέγειν μοι· Λάβε ἀνάγνωθι. Ἐγὼ δὲ ἀναπτύξας εὗρον τὴν περικοπὴν ἐν ᾗ λέγει ὁ δεσπότης Χριστὸς τῷ Πέτρῳ· «Σὺ εἶ Πέτρος, καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν ἐκκλησίαν, καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς». Σὺ δέ, δέσποινα, ἀποκριθεῖσα εἶπες· Εἰρήνη σοι, ἴσχυε καὶ ἀνδρίζου. Καὶ ἐπὶ τούτοις διυπνίσθην, καὶ ἐκ τούτου πέπεισμαι ὅτι ἔχει ὁ υἱὸς τοῦ θεοῦ συνεργῆσαι τῇ σῇ προαιρέσει. Εἰπὲ δὲ ἡμῖν, δέσποινα, τί ἐβουλεύσω.

Intertext edge

Open linked passage

Note