Vita Porphyrii episcopi Gazensis
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/marcus-diaconus" aria-label="More works by Marcus Diaconus">
—
⋯
Original / primary: Pg Scrape Grc
48.1
Ἔστημεν δὲ ἡμεῖς εἰς τὸ πρόθυρον τῆς ἁγίας ἐκκλησίας ἔχοντες καὶ τὸν χάρτην τῆς ἱκεσίας, καὶ ὡς ἐξῆλθεν ἐκ τοῦ βαπτίσματος, ἀνεβοήσαμεν εἰπόντες· Δεόμεθα τῆς σῆς εὐσεβείας, προτείνοντες καὶ τὸν χάρτην. Θεασάμενος δὲ ὁ τὸ παιδίον βαστάζων καὶ γινώσκων τὸ καθ' ἡμᾶς πρᾶγμα (προεδιδάχθη γὰρ ὑπὸ τῆς δεσποίνης), ἐκέλευσεν τὸν χάρτην δεχθῆναι καὶ ἐπιδοθῆναι αὐτῷ, καὶ δεξάμενος ἔστη. Ἐκέλευσεν δὲ ἡσυχίαν γενέσθαι καὶ λύσας μέρος ἀνέγνω καὶ εἱλίξας ὑπέβαλεν τὴν χεῖρα τῇ κεφαλῇ τοῦ βρέφους καὶ ὑποκλίνας αὐτὴν ἐπὶ πάντων ἔκραξεν· Ἐκέλευσεν τὸ κράτος αὐτῶν γενέσθαι τὰ ἐν τῇ ἱκεσίᾳ. Πάντες δὲ θεασάμενοι ἐθαύμασαν καὶ προσεκύνουν τὸν βασιλέα, μακαρίζοντες αὐτὸν ὅτι ἠξιώθη ἰδεῖν ἐν τῇ ζωῇ αὐτοῦ υἱὸν βασιλεύοντα· ἐγαυρία δὲ ἀκούων. Προηγγέλθη δὲ καὶ τῇ βασιλίσσῃ Εὐδοξίᾳ τὸ γενόμενον χάριν τοῦ αὐτῆς τέκνου, ἐχάρη δὲ καὶ γονυπετήσασα ηὐχαρίστησεν τῷ θεῷ.